Παρασκευή 4 Νοεμβρίου 2022

ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΠΑΠΑΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

5 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Κορ. γ’ 12-18

   12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παῤῥησίᾳ χρώμεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14 ἀλλ᾿ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται, 15 ἀλλ᾿ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16 ἡνίκα δ᾿ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. 18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. θ’ 1-6

   1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, 3 καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΠΑΠΑΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

    Στίς 5 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου Γρηγορίου Πάπα Ἀλεξανδρείας τοῦ ὁμολογητοῦ. Ἀγάπησε τόν Χριστό ἀπό μικρή ἠλικία καί καλλιέργησε ὅλες τίς ἀρετές. Χειροτονήθηκε ἐπίσκοπος Ἀλεξανδρείας μέ τήν σύμφωνή γνώμη κλήρου καί λαοῦ. Δίδασκε σέ ὅλους τήν ἀρετή περισσότερο μέ τό παράδειγμά του καί λιγότερο μέ τά λόγια του. Ἦταν πρᾶος, ταπεινός, ἐλεήμων, σώφρων καί στήριζε ἐμπράκτως κάθα ἀναξιοπαθοῦντα. Δυστυχῶς ὅμως ἐνέσκυψε στήν Ἐκκλησία ἡ φοβερή αἵρεση τῆς εἰκονομαχίας καί ὁ αὐτοκράτορας Λέων (ἴσως ὁ Ἀρμένιος) πρόσταξε κι ἔφεραν τόν ἅγιο σιδηροδέσμιο στήν Κωνσταντινούπολη. Παρεστάθη ὁ ἐπίσκοπος λοιπόν ἐνώπιον τοῦ βασιλέως καί ἔλεγξε τίς κακοδοξίες του. Μή ὑποφέροντας ὁ τύραννος τόν ἔλεγχο διέταξε κι ἔδειραν τόν ἅγιο μέ βούνευρα. Ἐκεῖνος ὑπέφερε εὐχαρίστως τά βάσανα γιά τήν ἁγία είκόνα τοῦ Χριστοῦ. Τέλος τόν ἐξόρισαν κι ἐκεῖ μετά ἀπό τρία χρόνια ἐκοιμήθη κι ἔλαβε τόν στέφανο τῆς ὁμολογίας.