ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Κλσ. δ’ 10-18
10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα. -περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν,- 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ· 13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ ἐκκλησίαν· 16 καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν· ἀμήν.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιγ΄ 31-35
31 Ἐν αὐτῇ τῇ ἡμέρᾳ προσῆλθόν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. 32 καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι· 33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ. 34 Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε! 35 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. λέγω δὲ ὑμῖν ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΜΗΝΑΣ
Τήν 11η Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μεγαλομάρτυρος Μηνᾶ. Ἔζησε κατά τούς χρόνους τοῦ Μαξιμιανοῦ καί ἀνῆκε στό τάγμα τό ἀποκαλούμενο Νούμερα, τοῦ ρωμαϊκοῦ στρατοῦ. Ἦταν εὐσεβής χριστιανός καί δέν ἄντεχε νά βλέπει τούς ἀνθρώπους νά ζοῦν στό σκοτάδι τῆς εἰδωλολατρείας, γι’ αὐτό πῆγε καί κατοικοῦσε σέ ἕνα βουνό, ἔχοντας σκοπό νά καθαρίσει τόν ἑαυτό του μέ νηστεία καί προσευχή. Ἡ ψυχή του γέμισε ἀπό ἀγάπη γιά τόν Χριστό καί θεῖο ζῆλο κι ἀποφάσισε νά κατεβεῖ καί νά ἀνακηρύξει τόν Χριστό, ἀληθινό Θεό στούς εἰδωλολάτρες. Ἐκείνοι, μήν ἀντέχοντας τόν ἔλεγχο, τόν ἔδειραν καί καταξέσκισαν τίς σᾶρκες του μέ τρίχινα πανιά. Κατόπιν τόν ἔκαψαν μέ φωτιά καί τόν ἔσυραν ἐπάνω σέ τριβόλους, ὥσπου διέλυσε τό σῶμα του. Τέλος τόν ἀποκεφάλισαν κι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Ὁ Θεός τοῦ ἔδωσε τήν χάρη νά πραγματοποιεῖ πάμπολλα θαύματα καί νά βοηθᾶ ὅλους ὅσοι βρίσκονται σέ ἀνάγκη.
Κάποτε πηγαίνοντας ἕνας χριστιανός στόν ναό τοῦ ἁγίου Μηνᾶ, κατέλυσε σέ ἕνα ξενοδοχεῖο. Ὁ ἰδιοκτήτης τοῦ ξενοδοχείου κατάλαβε ὅτι ὁ χριστιανός εἶχε πολλά χρήματα μαζί του, γι’ αὐτό σηκώθηκε τήν νύχτα καί τόν σκότωσε. Προκειμένου νά κρύψει τήν πράξη του, κατέκοψε τό πτῶμα σέ κομμάτια καί τά ἔβαλε σέ ἕνα ζεμπίλι. Προσπαθῶντας νά κρύψει τό ζεμπίλι, τοῦ παρουσιάστηκε ὁ ἅγιος Μηνᾶς ἔφιππος, ντυμένος μέ τήν στρατιωτική του στολή καί ρωτοῦσε τόν ξενοδόχο, ποῦ βρίσκεται ὁ ξένος. Ὁ δολοφόνος ψευδόμενος, ἰσχυριζόταν ὅτι δέν γνωρίζει τίποτα. Ὁ ἅγιος ὅμως κατέβηκε ἀπό τό ἄλογό του καί βρῆκε τό ζεμπίλι. Ὁ ξενοδόχος τότε παρέλυσε ἀπό τόν φόβο του καί ἄφωνος ἔπεσε στά πόδια τοῦ ἁγίου. Ὁ ἅγιος Μηνᾶς συνάρμοσε τά μέλη τοῦ χριστιανοῦ καί τόν ἀνέστησε, λέγοντάς του νά δοξάσει τόν Θεό. Πράγματι ὁ ἄνθρωπος ἀναλογιζόμενος τί τοῦ συνέβη, δόξαζε τόν Θεό καί προσκυνοῦσε τόν ἅγιο, ὁ ὁποῖος τοῦ ἐπέστρεψε τά χρήματά του καί ἔδειρε τόν ξενοδόχο. Ἀφοῦ τόν νουθέτησε, τοῦ ἔδωσε συγχώρηση καί προσευχόμενος γι’ αὐτόν ἔγινε ἄφαντος.
Ὁ μεγαλομάρτυς τοῦ Χριστοῦ τέτοια καί μεγαλύτερα θαύματα ἐπιτελεῖ ἀκόμα καί σήμερα, γι’ αὐτό τόν τιμοῦν καί τόν εὐβλαβοῦνται ὅλοι οἱ χριστιανοί.
Ἀπολυτίκιον
(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)
Tρισάριθμον σύνταγμα, τῶν ἀθλητῶν τοῦ Χριστοῦ, συμφώνως τιμήσωμεν ὡς καθαιρέτας ἐχθροῦ, Μηνᾶν τὸν ἀοίδημον, Βίκτωρα τὸν γενναῖον καὶ Βικέντιον ἅμα, τούτοις συνευφημοῦντες Στεφανίδα τὴν θείαν. Αὐτῶν, Χριστέ, ἱκεσίαις πάντας ἐλέησον.
Μεγαλυνάριον
Ὕμνοις φιλομάρτυρες ἱεροῖς, Μηνᾶν τόν γενναῖον, καί τόν Βίκτωρα τόν στερρόν, σύν τῷ Βικεντίῳ καί Στεφανίδι ἅμα, τούς ἀριστεῖς τοῦ Λόγου ἐγκωμιάσωμεν.
