ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Θεσ. α’ 6-10
6 Ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος Ἁγίου, 7 ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ. 8 ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου· οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι· 9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, 10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιδ΄ 25-35
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπε πρὸς αὐτούς· 26 εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι. 27 καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28 τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; 29 ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, 30 λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; 31 ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ πρῶτον καθίσας βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν; 32 εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. 33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής. 34 Καλὸν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΓΟΥΡΙΑΣ, ΣΑΜΩΝΑΣ ΚΑΙ ΑΒΙΒΟΣ
Τήν 15η Νοεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Γουρία, Σαμωνᾶ καί Ἀβίβου. Οἱ ἅγιοι Σαμωνᾶς καί Γουρίας μαρτύρησαν κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ, τό 288, διότι ἔπειθαν τούς ἀνθρώπους νά μήν θυσιάζουν στά εἴδωλα. Οἱ εἰδωλιλάτρες τούς κρέμασαν ἀπό τό ἕνα χέρι καί συγχρόνως τούς τραβοῦσαν τά πόδια μέ βάρη ἐπί τρεῖς ὧρες. Ὅταν τούς κατέβασαν, τούς ἔριξαν στήν φυλακή καί ἔσφιξαν τά πόδια τους στό τιμωρητικό ξύλο. Ὑπέφεραν ἀπό τήν πείνα καί τήν κακομεταχείριση ἐπί τέσσερις μῆνες. Κατόπιν ξανακρέμασαν τόν ἅγιο Σαμωνᾶ ἀπό τό πόδι τόση ὥρα, ὥστε ἐξαρθρώθηκε τό γόνατό του. Τήν ἑπομένη ἡμέρα ἀποκεφάλισαν καί τούς δύο.
Ὁ Ἄβιβος ἦταν διάκονος κι ἔζησε κατά τούς χρόνους τοῦ Λικινίου, τό 316. Δίδασκε τήν χριστιανική πίστη στούς εἰδωλολάτρες, γι’ αὐτό τόν κρέμασαν, τόν ἔδειραν καί τέλος τόν ρώτησαν ἐάν ἀρνεῖται τήν πίστη του. Μή πειθόμενος τόν ἔβαλαν στήν φωτιά, ἀφοῦ τοῦ εἴχαν περάσει ἕνα λουρί σάν χαλινάρι στό στόμα.
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Tριάδος ἰσάριθμοι τῆς Ὑπερθέου, σαφῶς Γουρίας καὶ Ἄβιβος καὶ Σαμωνᾶς ὁ
κλεινός, ἔνθεοι ὑπάρχοντες ταύτην τοῖς ἀσεβέσιν ὡμολόγησαν ἅμα ἄθλων τὴν
τρικυμίαν ἀβλαβῶς διελθόντες· καὶ νῦν ἡμᾶς κυβερνῶσιν ὅρμον πρὸς
ἄκλυστον.
Μεγαλυνάριον
Τρίπλοκος χορεία ἀθλητική, Ἄβιβος ὁ θεῖος, καί Γουρίας καί Σαμωνᾶς, ὤφθησαν τῷ κόσμῳ, ὁμολογίας χάριν, καί πειρασμῶν τήν λύσιν ἡμῖν βραβεύουσι.