Παρασκευή 25 Νοεμβρίου 2022

Ο ΑΓΙΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΜΕΡΚΟΥΡΙΟΣ

 25 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. γ’ 23 – δ’ 5

     23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. 29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι.

     δ΄ 1 Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ε’ 24-34

     24 Καί ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. 29 καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΜΕΡΚΟΥΡΙΟΣ

     Στίς 25 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μεγαλομάρτυρος Μερκουρίου. Ὁ ἅγιος Μερκούριος καταγόταν ἀπό τήν Ἀνατολή, ἔζησε στά χρόνια τῶν ρωμαίων αὐτοκρατόρων Δεκίου καί Οὐλεριανοῦ, ἦταν γιός Σκύθου καί ἀνῆκε στό ρωμαϊκό στρατιωτικό σῶμα τῶν Μαρτησίων. Μετά ἀπό νίκη κατά τῶν βαρβάρων, κατά τήν ὁποία ὁ Μερκούριος ἐπέδειξε μεγάλο θάρρος καί ἀνδρεία, βοηθούμενος ἀπό Ἄγγελο Κυρίου, προβιβάσθηκε στό ἀξίωμα τοῦ ἀρχιστρατήγου. Ὅμως, ἐπειδή διαβλήθηκε στόν αὐτοκράτορα Δέκιο ὡς χριστιανός, ὁδηγήθηκε μπροστά του καὶ ὁμολόγησε μέ παρρησία ὅτι ὁ Χριστός εἶναι ὁ Θεός ὁ Ἀληθινός. Αὐτός τότε διέταξε νά τόν βασανίσουν ἀνελέητα. Τόν ἔδεσαν σέ τέσσερις πασσάλους καί τόν κατέκοψαν μέ μαχαίρια, κατόπιν τόν ἅπλωσαν πάνω σέ φωτιά, ἡ ὁποία ἔσβηνε ἀπό τά αἵματα τοῦ καταπληγωμένου σώματός του. Κατόπιν τόν κρέμασαν κατακέφαλα καί μάλιστα τοῦ κρέμασαν καί μία πέτρα, ἔτσι ὥστε νά ἐπιτείνουν τούς πόνους του καί τόν ράβδισαν μέ φραγγέλιο, δηλαδή μέ μαστίγιο περιπλεγμένο μέ χάλκινα σχοινιά. Στό τέλος τόν ὁδήγησαν στήν Καισάρεια τῆς Καππαδοκίας, ὅπου τόν ἀποκεφάλισαν καί ἔτσι ἔλαβε ὁ ἀοίδιμος τόν στέφανο τοῦ μαρυρίου καί ἀξιώθηκε τῆς οὐρανίου βασιλείας. Ἡ παράδοση ἀναφέρει ὅτι ὁ ἅγιος Μερκούριος, ὅταν ἐξεδήμησε πρός τόν Κύριο, ἦταν εἴκοσι πέντε χρόνων, μεγαλόσωμος καί ὄμορφος στήν ὄψη.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχὺ προκατάλαβε.)

    Οὐράνιον Ἄγγελον, χειραγωγὸν ἀσφαλῆ, πρὸς δόξαν ἀρίδηλον, ὡς τοῦ φωτὸς κοινωνός, Μερκούριε ἔσχηκας· ὅθεν τῷ ἀθανάτῳ, Βασιλεῖ πειθαρχήσας, ἤθλησας ὑπὲρ φύσιν, ὡς γενναῖος ὁπλίτης· διὸ τοὺς σοὶ προσιόντας, μάκαρ περίσωζε.


Μεγαλυνάριον

    Ὤφθης νεανίας πανευπρεπής, οἷα στρατιώτης τοῦ Δεσπότου περιφανής· φύσεως γὰρ ὥρᾳ. τὴν ἄθλησιν ἀνθήσας, Μερκούριε θεόφρον, Χριστῷ δεδόξασαι.