Τετάρτη 23 Νοεμβρίου 2022

ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΚΡΑΓΑΝΤΙΝΩΝ

23 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Θεσ. δ’ 1-12

   1 Τὸ λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ᾿ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· 2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. 3 Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, 4 εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, 5 μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν, 6 τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα.

 7 οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾿ ἐν ἁγιασμῷ. 8 τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ὑμᾶς. 9 Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· 10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον 11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν, 12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιη΄ 15-17, 26-30

   15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· καὶ ἰδόντες οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 17 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

   26 εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν. 28 Εἶπε δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. 29 ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, 30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΚΡΑΓΑΝΤΙΝΩΝ

     Στίς 23 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς Ἀκραγαντίνων Ἐκκλησίας. Ὁ ἅγιος Γρηγόριος καταγόταν ἀπό τόν Ἀκράγαντα τῆς Σικελίας, ἀπό γονεῖς εὐσεβεῖς καί ἔζησε στούς χρόνους τοῦ βασιλέα Ἰουστινιανοῦ Β΄, εἶχε δέ μεγάλη ἔφεση ἀπό μικρή ἡλικία στά ἱερά γράμματα. Ὅταν ἔφθασε δεκαοκτώ χρονῶν χειροθετήθηκε ἀναγνώστης λόγω τῆς καλοφωνίας του. Ἀργότερα, μετά ἀπό θεία ὀπτασία πῆγε σέ κάποιο πνευματοφόρο μοναχό Μᾶρκο, στόν ὁποῖο καί παρέμεινε τέσσερα χρόνια, κατόπιν πῆγε στήν Ἀντιόχεια καί στά Ἱεροσόλυμα, ὅπου ἐκεῖ χειροτονήθηκε διάκονος ἀπό τόν Ἐπίσκοπο Ἱεροσολύμων Μακάριο, ἔπειτα ἀναχώρησε γιά τήν Κωνσταντινούπολη, ὅπου παραβρέθηκε σέ Σύνοδο καί ἔλεγξε τούς μονοθελητές αἱρετικούς Πύρρο, Παῦλο καί Σέργιο μέ τόση παρρησία, ὥστε ἡ φήμη του ἔφθασε μέχρι τόν αὐτοκράτορα. Ἀπό τήν Κωνσταντινούπολη ἐπέστρεψε στήν Ρώμη, ὅπου ἔγινε Ἐπίσκοπος στήν Ἐκκλησία τῆς πατρίδας του, ἦταν δέ τόση ἡ πίστη του καί οἱ ἱκανότητές του, πού ὁ Θεός τόν ἀξίωσε νά θαυματουργῆ. Ὅμως κάποιοι ὀνόματι Σεβῖνος καί Κρησκεντῖνος τόν φθόνησαν καί τόν κατηγόρησαν ψευδῶς στόν Πάπα τῆς Ρώμης, ὁ ὁποῖος, ἐπειδή πίστεψε τίς κατηγορίες, τόν φυλάκισε γιά δυόμιση χρόνια. Κατόπιν μέ βασιλική προσταγή ὁδηγεῖται στόν κριτή, ὅπου μέ θεία παρέμβαση ἀποκαλύφθηκε ἡ ἀλήθεια. Ἔτσι ὁ ἅγιος Γρηγόριος ἐπέστρεψε στό ποίμνιο του στόν Ἀκράγαντα, ὅπου κοιμήθηκε ἐν εἰρήνῃ σέ μεγάλη ἡλικία, ποιμένοντάς το θεαρέστως.

Ἀπολυτίκιον

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.


    Γρηγορῶν ἐκ σπάργανων φερωνύμως Γρηγόριε, ἐν τοὶς δικαιώμασι Πάτερ τοῦ τῶν ὅλων δεσπόζοντος, ἐπλήσθης οὐρανίων δωρεῶν, ὡς γρήγορος ποιμὴν τῶν εὐσεβῶν διὰ τοῦτο πρὸς λειμῶνας ἀειθαλεῖς, Ἰθύνεις τοὺς βοώντας σοὶ δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διά σου, πάσιν ἰάματα.

Μεγαλυνάριον

Γρήγορσιν σοφίας καρποφορῶν, λόγοις ψυχοτρόφοις, διατρέσεις ὡς ἀληθῶς, ὡς Χριστοῦ θεράπων, τήν σοί λαχοῦσαν ποίμνην· διό σέ μακαρίζει Πάτερ Γρηγόριε.