ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Κλσ. δ’ 2-9
2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, 3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾿ ὃ καὶ δέδεμαι, 4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. 5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 7 Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιγ’ 1-9
1 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. 2 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; 3 οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. 4 ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; 5 οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. 6 Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. 7 εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; 8 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. 9 κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΑΡΣΕΝΙΟΣ Ο ΚΑΠΠΑΔΟΚΗΣ
Στίς 10 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Ἀρσενίου τοῦ Καππαδόκου. Ὁ ἅγιος Ἀρσένιος γεννήθηκε στά Φάρασα τῆς Καππαδοκίας, τό 1840, ἀπό γονεῖς εὐσεβεῖς τόν Ἐλευθέριο καί τήν Βαρβάρα καί τό βαπτιστικό του ὄνομα ἦταν Θεόδωρος, ἔμεινε ὅμως ἀπό μικρή ἡλικία ὀρφανός. Ἀφοῦ ἔγινε κάτοχος τῆς ἐγκυκλίου παιδείας καί ἐπειδή εἶχε πολύ ἀγάπη καί πόθο γιά τό πρόσωπο τοῦ Χριστοῦ, σέ ἡλικία εἴκοσι ἕξι χρονῶν πῆγε στήν Ἱερά Μονή τοῦ Τιμίου Προδρόμου, ὅπου ἐκάρη μοναχός, ἔλαβε τό ὄνομα Ἀρσένιος καί ἐπιδόθηκε σέ μεγάλους ἀσκητικούς ἀγῶνες, σέ νηστεῖες καί ἀγρυπνίες. Ἀφοῦ χειροτονήθηκε διάκος ἐστάλη ἀπό τόν Μητροπολίτη Παΐσιο Β΄ στά Φάρασα, γιά νά μάθη γράμματα τά χριστιανόπουλα, σέ ἡλικία δέ τριάντα χρόνων χειροτονήθηκε πρεσβύτερος καί πνευματικός. Ὁ ἅγιος Ἀρσένιος ἐπιδόθηκε μέ πολύ ἀγάπη καί αὐταπάρνηση στήν διαποίμανση τοῦ ποιμνίου του καί ἔτσι ὁ Κύριος τόν ἀντάμειψε γιά τούς κόπους του μέ τήν χάρη του καί μάλιστα τόν ἀξίωσε ἀκόμη καί νά θαυματουργῆ. Ἔτσι πολλούς ἀρρώστους ἰάτρευσε, δαιμονισμένους ἐλευθέρωσε ἀπό τά πονηρά πνεύματα, θεράπευσε καί προσέφερε πλούσια τήν χάρη τοῦ Κυρίου τόσο στούς πιστούς ὅσο καί στούς ἀπίστους. Ζώντας ὡς ἀσκητής μέσα στόν κόσμο καί ἀφοῦ ἀξιώθηκε νά ἀποκτήση ὅλες τίς χριστιανικές ἀρετές, ἦλθε στήν Ἑλλάδα μέ τήν Μικρασιατική καταστροφή τόν Αὔγουστο τοῦ 1924 καί ἐγκαταστάθηκε μέ ἄλλους χριστιανούς ἀπό τά Φάρασα στήν Κέρκυρα, ὅπου μετά ἀπό σαράντα ἡμέρες, ἀφοῦ ἀδιαθέτησε καί προεῖδε τήν ἀναχώρησή του γιά τά οὐράνια σκηνώματα, κοιμήθηκε σέ ἡλικία ὀγδόντα τριῶν χρόνων, στίς 10 Νοεμβρίου τοῦ 1924.
Ἀπολυτίκιον
(Ἦχος γ´. Θείας πίστεως.)
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καί τῶν θαυμάτων τήν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ ὅσιε Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Μεγαλυνάριον
Χαίροις τῶν ὁσίων ὁ κοινωνός, διά πολιτείας, καί ἀσκήσεως ἱερᾶς· χαίροις Μοναζόντων, καί Ἱερέων κλέος, Καππαδοκίας δόξα, Πάτερ Ἀρσένιε.
