Δευτέρα 24 Οκτωβρίου 2022

ΑΓΙOΣ ΑΡΕΘΑΣ

24 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. β΄ 12-16

   12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 13 ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. 14 πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι΄ 22-24

   22 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙOΣ ΑΡΕΘΑΣ

   Στίς 24 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα καί τῶν σύν αὐτῷ. Ὁ Ἅγιος Ἀρέθας ἦταν ἄρχοντας τῆς πόλεως Νεγρὰν τῆς Βορείου Ὑεμένης, ὅταν αὐτοκράτορας στήν Κωνσταντινούπολη ἦταν ὁ εὐσεβής Ἰουστινιανός. Στήν γειτονική Αἰθιοπία βασίλευε ὁ ἐπίσης εὐσεβής χριστιανός Ἐλεσβαάν, στήν δέ Εὐδαίμονα Ἀραβία, τήν Ὁμηρίτιδα χώρα, τήν σημερινή Ὑεμένη ὁ ἀσεβής Ἑβραῖος Δουναάν. Ὅταν ὁ εὐσεβής Ἐλεσβαάν ὑπέταξε τόν ἀσεβῆ Δουναάν, μετά ἀπό πόλεμο καί ἔβαλε ἀνθρώπους δικούς του νά διοικοῦν τήν Ὁμηρίτιδα, αὐτός ἐπαναστάτησε καί θανάτωσε τούς ἀνθρώπους τοῦ Ἐλεσβαάν. Κατόπιν πῆγε στήν πόλη Νεγράν, οἱ πολίτες τῆς ὁποίας ἦσαν χριστιανοί καί τήν πολιόρκησε. Ἡ Νεγρὰν ὅμως ἦταν πόλη καλά ὀχυρωμένη καί οἱ χριστιανοί κάτοικοί της πολεμοῦσαν μέ γενναιότητα. Μή μπορώντας ὁ Δουσαάν νά νικήση ὁρκίζεται ὅτι θά ἀποχωροῦσε καί δέν θά πείραζε τούς πολιορκημένους χριστιανούς, ἄν αὐτοί τοῦ ἐπέτρεπαν νά μπῆ στήν πόλη εἰρηνικά. Ὅμως ὁ ἀσεβής Ἑβραῖος ἀθέτησε τούς ὅρκους του καί ὅταν μπῆκε στήν πόλη θανάτωσε ὅλους ὅσους δέν ἀρνήθηκαν τόν Χριστό, ὡς Θεό ἀληθινό. Τότε ὁ Ἅγιος Ἀρέθας παρά τό γεροντικό τῆς ἡλικίας του ὁμολόγησε μέ παρρησία τόν Χριστό καί στήριξε μέ τά λόγια του ὅλους τούς συμπολίτες του νά ἔχουν πίστη στόν Κύριό μας. Ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου διά τοῦ ἀποκεφαλισμοῦ.

Ἀπολυτίκιον

(Ἦχος α’. Τῆς ἐρήμου πολίτης.)

   Εὐσεβείᾳ ἐμπρέπων τῇ ἀθλήσει δεδόξασαι, τὴν τῶν Χριστοκτόνων κακίαν, καθελών τῇ ἐνστάσει σου, διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀρραγῆ συνασπισμόν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.


Μεγαλυνάριον

   Κλῆρος περιούσιος καί λαός, ἔχων ταξιάρχην τόν Ἀρέθαν τόν εὐκλεῆ, τῇ τῶν πρωτοτόκων, συνήφθη Ἐκκλησίᾳ, μαρτυρικοῖς ἀγῶσιν ὅν μεγαλύνομεν.