Κυριακή 9 Οκτωβρίου 2022

ΟΣΙΟΣ ΘΕΟΦΙΛΟΣ Ο ΟΜΟΛΟΓΗΤΗΣ

 10 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. δ’ 25-32

   25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, 27 μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. 28 ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾿ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. 30 καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν σὺν πάσῃ κακίᾳ. 32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ζ’ 36-50

   36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. 37 καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. 39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. 40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν, ὁ δέ φησι· διδάσκαλε, εἰπέ. 41 δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; 43 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. 47 οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

 

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΟΣ ΘΕΟΦΙΛΟΣ Ο ΟΜΟΛΟΓΗΤΗΣ

   Στίς 10 Ὀκτωβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Θεοφίλου τοῦ ὁμολογητοῦ. Ὁ ὅσιος γεννήθηκε στήν Τιβεριούπολη, ἡ ὁποία σήμερα ὀνομάζεται στά βουλγαρικά Στρούμιτζα. Οἱ γονεῖς του ἦταν πολύ εὐσεβεῖς καί πῆγαν τόν γυιό τους σέ ἕναν ἀσκητή, τόν ἅγιο πατέρα Στέφανο, γιά νά τόν εὐλογήσει. Ἀπό μικρός σπούδαζε τά ἱερά γράμματα καί ὅταν ἔγινε δεκατριῶν ἐτῶν, πῆγε στόν προαναφερθέντα ἅγιο Στέφανο μέ σκοπό νά ἀσκητεύσει κοντά του. Στήν ἐρώτησή τοῦ γέροντα, γιατί ἄφησε τούς γονεῖς του καί πῆγε νά τόν βρεῖ, ὁ νέος τοῦ ἀποκἀλυψε, ὅτι ἄκουσε τήν φωνή τοῦ ὅσίου Στεφάνου νά τόν καλεῖ νά ἀκολουθήσει τόν λόγο τοῦ Κυρίου “Ἆρον τόν Σταυρό σου καί ἀκολούθει μοι”. Ὁ ὅσιος τότε ἀφοῦ εὐχαρίστησε τόν Θεό, δέχθηκε τόν νέο καί ἐπί τρία χρόνια τόν κράτησε κοντά του γιά νά τόν διδάξει τήν μοναδική πολιτεία. Κατόπιν τόν ἔστειλε στήν Λαὐρα γιά να καρεῖ μοναχός. Πέρασαν κάποια χρόνια μετά ἀπό τήν κουρά του, ὅταν ἔφτασαν οἱ γονεῖς του στήν περιοχή ἀναζητῶντας τον. Μετά ἀπό πολλές παρακλήσεις καί μέ μεγάλη ἀπροθυμία, συγκατένευσε ὁ ἡγούμενος καί τούς τόν φανέρωσε. Μέ πολλή χαρά τόν ἐναγκαλίζονταν καί τόν κατασπάζονταν, γνώρισαν δέ ὅτι ὁ γυιός τους εἶχε γίνει κατοικητήριο τοῦ Ἁγίου Πνεύματος. Παρακάλεσαν τότε τόν ἡγούμενο νά ἐπιτρέψει νά πάρουν μαζί τόν γυιό τους, διότι ἐπιστρέφοντας θά ἔχτιζαν μοναστῆρι καί ἤθελαν νά κατοικεῖ σέ αὐτό καί τό παιδί τους. Στην ἀρχή ὁ ἡγούμενος δέν τό ἐπέτρεψε, μετά ὅμως παρακάλεσαν τόν Θεό νά τούς ἀπαντήσει, ἀγρυπνῶντας καί νηστεύοντας ἐπί τρεῖς ἡμέρες. ‘Ἀκούστηκε τότε ούράνια φωνή πού πρόσταζε νά ἀφήσουν τόν Θεόφιλο νά πάει μέ τούς γονεῖς του.

   Πράγματι χτίστηκε τὀ μοναστῆρι, πέρασαν ἀρκετά χρόνια, ἀλλά ξέσπασε ἡ εἰκονομαχία καί νέα δεινά ἔπληξαν τήν ὀρθοδοξία. Ὁ αἱρετικός αὐτοκράτορας Λέων ὁ Ἴσαυρος ἔμαθε γιά τόν ὅσιο Θεόφιλο καί τήν προσήλωσή του στά ὀρθόδοξα δόγματα. Πρόσταξε λοιπόν καί τόν ἔφεραν μπροστά του γιά νά τόν δικάσει. Πράγματι παραστάθηκε ἐνώπιον τοῦ αὐτοκράτορα καί ὁμολόγησε ὅτι πρέπει νά προσκυνοῦνται οἱ ἅγιες εἰκόνες. Ἀφοῦ τόν ἔδειραν, τόν πῆγαν στήν Νίκαια μαζί μέ τόν ἅγιο Λογγῖνο τόν στυλίτη. Βασανίστηκαν ἀνηλεῶς καί οἱ δύο, τόσο πού ἡ γῆ κοκκίνησε ἀπό τό αἷμα τους. Τότε ὁ ἄρχοντας τόν ρώτησε: ἄραγε ἐσύ καί οἱ ὁμόφρονές σου εἶστε ἀνόητοι ἤ ὁ βασιλιᾶς; Ὁ ὅσιος τότε πρότεινε νά διαλεχθοῦν περί τοῦ θέματος, βασιζόμενοι στίς ἁγίες γραφές καί πράγματι ὁ ἄρχοντας πείστηκε, ὅτι πρέπει νά προσκυνῶνται οἱ εἰκόνες καί ἄφησε ἐλεύθερο τόν ἅγιο Θεόφιλο. Ὁ ὅσιος ἀν καί στεναχωρήθηκε, διότι δέν ὁλοκλήρωσε τό μαρτύριό του, ἐπέστρεψε καί μετά ἀπό λίγο προγνώρισε τήν κοίμησή του. Ἀφού τακτοποίησε τίς ὑποθέσεις τῆς μονῆς καί ἀποχαιρέτησε τούς ἀδελφούς, ἀπῆλθε πρός τόν Κύριο.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχὺ προκατάλαβε.)

   Θεοῦ φίλον γνήσιον τὸν ἀτραπὸν τὴν στενήν, ὁδεῦσαι ποθήσαντα ἐξ ηλικίας μικρᾶς, Θεόφιλον μέλψωμεν, οὗτος γὰρ τὰς εἰκόνας, τὰς ἁγίας στηρίζων, ἤνεγκε στεῤῥοψύχως, ἀνυποίστους βασάνους, καὶ πάντων πρεσβευτὴς πρὸς Θεόν, ἔνθερμος γέγονε.

Μεγαλυνάριον

   Χαίροις φίλε γνήσιε ἀρετῆς, ὁ τῷ Ζωοδότῃ, παιδιόθεν προσκολληθείς, καὶ ὑπὲρ εἰκόνων, Θεόφιλε τῶν θείων, ὑπενεγκὼν γενναίως, πόνους ὡς ἄσαρκος.