Τετάρτη 5 Οκτωβρίου 2022

Ο ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΘΩΜΑΣ

6 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Κορ. δ’ 9-16

    9 Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

ω. κ’ 19-31

    19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΘΩΜΑΣ

    Στίς 6 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἀποστόλου Θωμᾶ. Ἦταν ἕνας ἐκ τῶν δώδεκα ἀποστόλων, ψαράς στό ἐπάγγελμα. Ἐκατέλειψε τά πάντα γιά νά ἀκολουθήσει τόν Κύριο. Κατά τήν πρώτη ἐμφάνιση τοῦ Χριστοῦ στούς μαθητές του μετά τήν ἀνάσταση, κατά θεία οἰκονομία, ὁ ἀπόστολος Θωμᾶς ἔλειπε. Ὅταν οἱ ἄλλοι μαθητές τοῦ ἐξιστόρησαν τό γεγονός, δέν πείσθηκε, ἀλλά θέλησε νά δεῖ ὁ ἴδιος τόν ἀναστημένο Κύριο. Πράγματι, ἐπειδή εἶχε τήν καλή ἀπιστία, ὁ Χριστός τοῦ παρουσιάσθηκε καί καταδέχθηκε να δείξει τά σημάδια ἀπό τά καρφιά καί τήν λόγχη· ὁ δέ ἀπόστολος ἀναφώνησε “ὁ Κύριός μου καί Θεός μου”. Κάτι παρόμοιο συνέβη καί στήν Κοίμηση τῆς Ὑπεραγίας Θεοτόκου, κατά τήν ὁποία καί πάλι ἀπουσίαζε. Ὅταν ἔφθασε στήν Ἱερουσαλήμ, μετά ἀπό τρεῖς ἡμέρες, παρακάλεσε καί ἄνοιξαν τόν τάφο τῆς Παναγίας, γιά νά τήν προσκυνήσει, ἀλλά διαπίστωσαν ὅτι ἡ Θεοτόκος δέν βρισκόταν πλέον στόν τάφο. Διετρανώθει λοιπόν μέ αὐτόν τόν τρόπο ἡ μετάσταση τῆς Ὑπεραγίας Θεοτόκου στούς οὐρανούς.

    Κήρυξε τό Εὐαγγέλιο στούς Πάρθους, Μήδους, Πέρσες καί τέλος στούς Ἰνδούς, ὅπου ἐπετέλεσε πολλά καί παράδοξα θαύματα πρός στερέωση τῶν πιστῶν. Ἔνα χαρακτηριστικό ἦταν ὅτι προσφέρθηκε νά χτίσει ἕνα παλάτι γιά τόν βασιλιά τῆς Ἰνδίας. Τά χρήματα ὅμως πού τοῦ ἔδωσε ὁ βασιλιάς τά μοίρασε ὅλα στούς φτωχούς. Ἀφοῦ πέρασε κάποιο διάστημα, ὁ ἀπόστολος τοῦ Θεοῦ ζήτησε κι ἄλλα χρήματα γιά νά τελειώσει τό παλάτι. Ὅπως καί πρίν μοίρασε τό χρυσάφι στούς ἐνδεεῖς. Κάποιοι ὅμως εἰδοποίησαν τόν βασιλιά ὅτι ὁ ξένος ὄχι μόνο δέν χτίζει παλάτι, ἀλλά σκορπάει τά χρήματά του στούς φτωχούς. Ὁ βασιλιάς θύμωσε πάρα πολύ καί κάλεσε στόν ἀπόστολο Θωμᾶ νά ἀπολογηθεὶ. Ὁ ἅγιος τοῦ εἶπε ὅτι τό παλάτι δέν βρίσκεται στήν γῆ, ἀλλά στούς ουρανούς καί πρόκειται νά τό ἀπολαὐσει στήν ἄλλη ζωή. Ὁ βασιλιάς νόμιζε ὅτι τόν περιγελᾶ καί ὀργισμένος διέταξε καί τόν φυλάκισαν. Ὁ ἀδελφός τοῦ βασιλιᾶ ὅμως ἀρρώστησε βαριά καί ἡ ψυχή του διήρχετο τόν τόπο τῶν δικαίων. Εἶδε ἕνα πανέμορφο παλάτι, τό ὁποῖο καί ζήτησε ἀπό τόν ἄγγελο πού τόν συνόδευε. Ἔλαβε ὅμως τήν ἀπάντηση, ὅτι δέν μποροῦσε νά κατοικήσει σέ αὐτό, διότι ἀνῆκε στόν ἀδελφό του. Παρακάλεσε τότε νά ἐπιστρέψει ἡ ψυχή του στήν γῆ, γιά νά τό ἀγοράσει ἀπό τόν ἀδελφό του. Πράγματι ἐπέστρεψε στήν ζωή καί διηγήθηκε στόν ἀδελφό του, τί εἶδε καί τοῦ ζήτησε τό παλάτι. Ἔκπληκτος ὁ βασιλιάς κατάλαβε ὅτι ὁ ἅγιος Θωμᾶς δέν τόν εἶχε καροϊδέψει, ἀλλά εἶχε κατασκευάσει στήν πραγματικότητα οὐράνιο παλάτι. Τόν ἀπελευθέρωσε, ἔπεσε στά πόδια του καί ζήτησε συγγνώμη. Ὁ ἀπόστολος βάπτισε καί τούς δύο καί πῆγε σέ ἄλλο μέρος. Εἶχε μαρτυρικό τέλος ἀπό τόν βασιλιά ἄλλής περιοχῆς διότι βάπτισε τόν γυιό του, τίς κόρες καί τήν γυναῖκα του.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)

    Ὡς θεῖος Ἀπόστολος, θεολογίας κρουνούς, ἐνθέως ἐξήντλησας, ἐκ λογχονύκτου πλευρᾶς, Χριστοῦ τοῦ Θεοῦ ἠμῶν. Ὅθεν τῆς εὐσέβειας, κατασπείρας τὸν λόγον, ἔλαμψας ἐν Ἰνδίᾳ, ὡς ἀκτὶς οὐρανία, Θωμὰ τῶν Ἀποστόλων, τὸ θεῖον ἀγλάϊσμα.

Μεγαλυνάριον

Τῇ χειρὶ ἁψάμενος τῆς πλευρᾶς, τοῦ βλύσαντος κόσμῳ, ἀθανάτου ζωῆς κρουνούς, ἐξ αὐτῆς ἐδέξω, δογμάτων θεῖα ῥεῖθρα, δι᾿ ὧν ψυχὰς ἀρδεύεις, Θωμᾶ Ἀπόστολε.