Τρίτη 18 Οκτωβρίου 2022

ΕΥΑΓΓΕΛΙΣΤΗΣ ΛΟΥΚΑΣ

18 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. δ’ 5-11, 14-18

     5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 7 Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε. 10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα. -περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν, 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.

    14 Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ ἐκκλησίαν· 16 καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν· ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 16-21

    16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΕΥΑΓΓΕΛΙΣΤΗΣ ΛΟΥΚΑΣ

   Στίς 18 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ ἁγίου ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. Ὁ Εὐαγγελιστὴς Λουκᾶς καταγόταν ἀπὸ τὴν Ἀντιόχεια. Ἦταν πολὺ μορφωμένος, ἐξασκοῦσε τὸ λειτούργημα τοῦ ἰατροῦ, ἦταν ζωγράφος καὶ μιλοῦσε τὴν Ἑβραϊκὴ καὶ Συριακὴ διάλεκτο. Ἐπὶ Τίτου Κλαυδίου εὑρισκόμενος στὴν Θήβα τῆς Βοιωτίας καὶ ἐξασκώντας τὴν ἰατρικὴ, συνάντησε τὸν Ἀπόστολο Παῦλο, ὁ ὁποῖος τὸν κατήχησε στὴν χριστιανικὴ πίστη. Ἀπὸ τότε ἄφησε τὴν ἰατρεία τῶν σωμάτων καὶ μεταχειριζόταν τὴν ἰατρεία τῶν ψυχῶν. Μετὰ ἀπὸ παρακίνηση τοῦ ἀποστόλου Παύλου συνέγραψε τὸ ὁμώνυμο Εὐαγγέλιο, τὸ ὁποῖο ἀπέστειλε στὸν ἡγεμόνα τῆς Ἀχαΐας Θεόφιλο, ὁ ὁποῖος καὶ πίστευσε στὸν Χριστό. Ἔπειτα ἔγραψε τὶς Πράξεις τῶν Ἀποστόλων, τὶς ὁποῖες ἀπέστειλε καὶ πάλι στὸν Θεόφιλο. Κατόπιν, ἀφοῦ ἀποχωρίστηκε ἀπὸ τὸν Ἀπόστολο Παῦλο ταξίδεψε σὲ ὅλη τὴν Ἑλλάδα κηρύττοντας τὸ μήνυμα τοῦ εὐαγγελίου. Ἀφοῦ ἐπέστρεψε καὶ πάλι στὴν Θήβα, κοιμήθηκε ἐν Κυρίῳ σὲ ἡλικία ὀγδόντα χρονῶν. Ὁ Θεὸς θέλοντας νὰ δοξάσει τὸν δοῦλο του ἔβρεξε πάνω ἀπὸ τὸν τάφο του κολλύρια, ἰατρικὰ κατασκευάσματα σὲ ἔνδειξη τῆς ἰατρικῆς του τέχνης. Ὁ Κωνστάντιος, γιὸς τοῦ Μεγάλου Κωνσταντίνου μετέφερε τὰ λείψανά του στὸν Ναὸ τῶν ἁγίων Ἀποστόλων στὴν Κωνσταντινούπολη. Ἡ παράδοση ἀναφέρει ὅτι ὁ ἀπόστολος Λουκᾶς εἶναι ὁ πρῶτος, ποὺ ζωγράφισε εἰκόνες τῆς Παναγίας, ἐνῶ ἀκόμα ἦταν ἐν ζωῇ, κρατώντας στὴν ἀγκαλιὰ της τὸν Κύριο, καὶ μάλιστα τρεῖς ἀπὸ κηρό, μαστίχη καὶ χρώματα.

 

Ἀπολυτίκιον
(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)

 

  Ἀκέστωρ σοφώτατος, Ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος, τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ, λόγους, διὰ πνεύματος θείου· ἔδωκας ἐννοῆσαι, συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

Μεγαλυνάριον

   Μακαρίζομέν σου τήν δεξιάν, Λουκᾶ θεηγόρε, δι΄ ἧς ἔχομεν οἱ πιστοί, τάς τοῦ Θεοῦ Λόγου, διττάς ἁγίας πλάκας, καί τήν σεπτήν εἰκόνα τῆς Θεομήτορος.