Δευτέρα 19 Σεπτεμβρίου 2022

ΟΙ ΑΓΙΟΙ ΥΠΑΤΙΟΣ ΚΑΙ ΑΝΔΡΕΑΣ

20 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. β΄ 21 – γ΄ 7

21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.

γ΄ 1 Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾿ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; 2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾿ ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; 3 οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; 4 τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. 5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; 6 καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. γ’ 23- δ’ 1

23 Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὤν, ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ, τοῦ Ἠλί, 24 τοῦ Ματθάν, τοῦ Λευῒ, τοῦ Μελχί, τοῦ Ἰωαννᾶ, τοῦ Ἰωσήφ, τοῦ 25 Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλίμ, τοῦ Ναγγαί, 26 τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΰ, τοῦ Ἰωσήχ, τοῦ Ἰωδᾶ, 27 τοῦ Ἰωαννάν, τοῦ ῾Ρησᾶ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, 28 τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ, τοῦ Ἤρ, 29 τοῦ Ἰωσῆ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ, 30 τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνᾶ, τοῦ Ἐλιακείμ, 31 τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, τοῦ Ματταθᾶ, τοῦ Νάθαν, τοῦ Δαυΐδ, 32 τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, 33 τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἰωράμ, τοῦ Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, 35 τοῦ Σερούχ, τοῦ ῾Ραγαῦ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλᾶ, 36 τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰάρεδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν, 38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.

δ΄ 1 Ἰησοῦς δὲ πλήρης Πνεύματος Ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΥΠΑΤΙΟΣ ΚΑΙ ΑΝΔΡΕΑΣ

   Στίς 20 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων πατέρων καί ὁμολογητῶν, Ὑπατίου ἐπισκόπου και Ἀνδρέου πρεσβυτέρου. Κατάγονταν ἀπό τήν χώρα τῶν Λυδῶν καί ἀπό τήν παιδική τους ἠλικία καταγίνονταν μέ συνεχεῖς νηστεῖες καί ἀγρυπνίες. Ἡ ζωή τους ἦταν ἁγνή καί συνοδευόταν ἀπό μεγάλη ταπεινοφροσύνη καί ἀγάπη, μέ ἀποτέλεσμα νά ξεχωρίζουν ἀπό ὅλα τά συνομήλικά τους παιδιά. Ὁ Ὑπάτιος ἀγάπησε τόν βίο τῶν μοναχῶν καί ὁ Ἀνδρέας προτίμησε νά ἀφιερωθεῖ στήν διακονία τῆς Ἐκκλησίας. Ὁ ἐπίσκοπος Ἐφέσου πληροφορήθηκε τήν ἀρετή τους καί τόν μέν Ὑπάτιο χειροτόνησε ἐπίσκοπο, τόν δέ Ἀνδρέα πρεσβύτερο. Τήν περίοδο ἐκείνη βασίλευε Λέων ὁ εἰκονομάχος καί πληροφορήθηκε ὅτι οἱ δύο ἅγιοι τιμοῦσαν τίς ἅγιες εἰκόνες. Γι’ αὐτόν τόν λόγο τούς φυλάκισε καί κατόπιν διέταξε νά τούς σέρνουν στό ἔδαφος, ὥστε νά ξεσχίζονται οἱ σᾶρκες τους. Ἔγδαραν τό δέρμα τοῦ κεφαλιοῦ τους καί ἐπάνω ἔκαψαν πολλές ἅγιες εἰκόνες. Ἄλειψαν τά γένια τους μέ πίσσα καί τούς ἔσυραν στήν πόλη. Τέλος τούς κατέσφαξαν καί πέταξαν τά ἅγια σώματά τους στούς σκύλους.