Σάββατο 17 Σεπτεμβρίου 2022

Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΡΙΑΔΝΗ

 18 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. β΄ 16-20

16 Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾿Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. η΄ 34 – θ΄ 1

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς͵ στις θέλει ὀπίσω μου ἀκολουθεῖν͵ ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ΄ ἂν ἀπολέσει τὴν αυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου οτος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει ἄνθρωπον κερδῆσ τὸν κόσμον ὅλον, καὶ ζημιωθῆ τὴν ψυχὴν αὐτοῦ; 37 τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ͵ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

θ΄ 1 Καὶ ἔλεγεν αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΡΙΑΔΝΗ

    Στίς 18 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μάρτυρος Ἀριάδνης. Ἡ ἁγία Ἀριάδνη ἔζησε κατά τούς χρόνους τῶν Ρωμαίων αὐτοκρατόρων Ἀδριανοῦ καί Ἀντωνίνου καί ἦταν δούλη σέ κάποιο ἄρχοντα τῆς Φρυγίας τῆς Μικρᾶς Ἀσίας, ὁ ὁποῖος ὀνομαζόταν Τερτύλος. Ὅταν ὁ κύριος της ἔμαθε ὅτι ἡ δούλη του Ἀριάδνη ἦταν χριστιανή τήν ὑποχρέωσε κατά τήν ἡμέρα τῶν γενεθλίων τοῦ γιοῦ του νά θυσιάση στά εἴδωλα. Ἐπειδή ἡ ἁγία ἀρνήθηκε νά θυσιάση στούς ψεύτικους θεούς, τήν ὑπέβαλαν σέ φρικτά βασανιστήρια, ξεσκίζοντας τό σῶμα της μέ σιδερένια νύχια καί, ἔπειτα τήν ἄφησαν ἐλεύθερη. Ἐπειδή ὁ κύριός της τήν πίεζε νά ἀρνηθῆ τόν Χριστό, ἡ ἁγία Ἀριάδνη ἐγκατέλειψε τό ἀφεντικό της. Διωκόμενη ἀπό τούς εἰδωλολάτρες καί βρισκόμενη ἡ ἀοίδιμος σέ δύσκολη θέση προσευχήθηκε πρός τόν Κύριο νά τήν προστατέψη. Τότε, ἄνοιξε μέ θεία προσταγή μία τεράστια πέτρα καί δέχθηκε τήν ἁγία, οἱ δέ διῶκτες της θανατώθηκαν ἀπό ἀγγέλους Κυρίου.

Ἀπολυτίκιον
(Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)

  Τῇ τοῦ Χριστοῦ κυβερνωμένη παλάμῃ, οὐκ ἐδουλώθης τὴν ψυχὴν Ἀριάδνη, ἀλλὰ ἐλευθέρα γνώμῃ ἠνδραγάθησας, πᾶσαν γὰρ ἐπίνοιαν, τοῦ ἐχθροῦ καθελοῦσα, στέφος χαριτόπλοκον, ἐκ Θεοῦ ἐκομίσω, ὃν ἐκδυσώπει Μάρτυς ἐκτενῶς, ἐλεηθῆναι, τοὺς σὲ μακαρίζοντας.

 

Μεγαλυνάριον

   Ἀδούλωτον σώζουσα τὴν ψυχήν, ἐδούλωσας Μάρτυς, δι’ ἀγώνων τὸν δυσμενῆ, καὶ τῆς ἐλευθέρας, Σιὼν πολῖτις ὤφθης, ἐν ᾗ ὦ Ἀριάδνη, ἡμῶν μνημόνευε.