Κυριακή 4 Σεπτεμβρίου 2022

Ο ΠΡΟΦΗΤΗΣ ΖΑΧΑΡΙΑΣ

5 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. η΄ 7-15

   7 Ἀλλ᾿ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. 8 οὐ κατ᾿ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων· 9 γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾿ ὑμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. 10 καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι· 11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. 12 εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ τις εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. 13 οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις, ἀλλ᾿ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, 14 ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης, 15 καθὼς γέγραπται· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησε.

 

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. γ΄ 6-12

   6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾿ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. 7 Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, 8 καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. 9 καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν· 10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας· 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. 12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΠΡΟΦΗΤΗΣ ΖΑΧΑΡΙΑΣ

    Στίς 5 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου προφήτου Ζαχαρίου, πατέρα τοῦ Τιμίου Προδρόμου. Ὁ προφήτης Ζαχαρίας ἦταν Ἀρχιερέας καί εἶχε ὡς σύζυγο τήν Ἐλισάβετ, μέ τήν ὁποία σέ γεροντική ἡλικία, μέ τήν χάρη τοῦ Θεοῦ ἀπέκτησαν τόν Τίμιο Πρόδρομο. Ὁ προφήτης Ζαχαρίας κήρυττε τήν Θεοτόκο Μαρία μετά τήν γέννηση τοῦ Κυρίου ὅτι εἶναι καί Μητέρα τοῦ Θεοῦ ἀλλά καί Παρθένος, ἀκόμα τήν πρόσταξε νά μή ἀποχωρεῖ ἀπό τόν τόπο πού ἦταν διορισμένος στόν Ναό νά στέκονται μονάχα οἱ παρθένοι. Ἐπίσης, ὅταν ὁ Ἡρώδης διέταξε τήν θανάτωση τῶν νηπίων τῆς περιοχῆς τῆς Βηθλεέμ, μετά τήν γέννηση τοῦ Κυρίου, ὁ Πρόδρομος κρυβόταν σέ σπήλαιο μαζί μέ τήν μητέρα του Ἐλισάβετ πέρα ἀπό τόν Ἰορδάνη. Γιά τούς τρεῖς λόγους αὐτούς ὁ προφήτης Ζαχαρίας μισήθηκε ἀπό τούς Ἰουδαίους καί μέ ἐντολή τοῦ Ἡρώδου φονεύθηκε ἀπό τούς στρατιῶτες στό μέσο τοῦ θυσιαστηρίου, μεταξύ αὐτοῦ καί τοῦ Ναοῦ.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.)


   Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν νόμον τοῦ Θεού, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγαλυνάριον

   Χρῖσμα κατά νόμον περιβληθείς, Θεῷ τάς λατρείας, ἀναφέρεις τάς τυπικάς καί τήν τῶν συμβόλων, φανέρωσιν κηρύξας, Προφῆτα Ζαχαρία ξίφει ἐκτέτμησαι.