Πέμπτη 18 Αυγούστου 2022

ΟΙ ΑΓΙΟΙ ΤΙΜΟΘΕΟΣ, ΑΓΑΠΙΟΣ ΚΑΙ ΘΕΚΛΑ

 19 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. α΄ 12-20

12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ᾿ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε, 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. 15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον, ἵνα δευτέραν χάριν ἔχητε, 16 καὶ δι᾿ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ; 18 πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. 19 ὁ γὰρ τοῦ Θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς, δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναί καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ καὶ ἐν αὐτῷ τὸ ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι᾿ ἡμῶν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κβ΄ 23-33

23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν. καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, 32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΤΙΜΟΘΕΟΣ, ΑΓΑΠΙΟΣ ΚΑΙ ΘΕΚΛΑ

   Στίς 19 Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἁγίων μαρτύρων Τροφίμου, Ἀγαπίου καί Θέκλης. Ὁ ἔνδοξος μάρτυς Τιμόθεος καταγόταν ἀπό τήν Παλαιστίνη καί χάρις στήν ἄμεμπτη ζωή του καί τόν μελίρρυτο λόγο του ἔγινε διδάσκαλος τῆς εὐσεβείας. Συνελήφθη καί στήν ἐρώτηση τοῦ ἄρχοντα τῆς πόλεως Γάζα, Οὐρβανοῦ, ὁμολόγησε τήν χριστιανική του πίστη, ἀλλά καί δίδαξε ὅλη τήν ἔνσαρκο τοῦ Χριστοῦ οἰκονομία. Γιά αὐτό του τό θάρρος, τόν ἔδειραν δυνατά καί τόν βασάνισαν ποικιλοτρόπως. Παρέμεινε ἀμετακίνητος στήν πίστη του καί δέν δείλιασε οὔτε στιγμή. Τέλος τόν ἔριξαν στή φωτιά καί παρέδωσε τό πνεῦμα του λαμβάνοντας τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου. Στήν ἴδια πόλη βρίσκονταν οἱ ἅγιοι Ἀγάπιος καί Θέκλα, βασανίστηκαν σκληρά, ἀλλά δέν λύγισαν. Τούς παρέδωσαν στά θηρία, ἀπό τά ὁποία θανατώθηκαν καί συγκαταλέχθησαν στή χορεία τῶν ἁγίων τοῦ Χριστοῦ Μαρτύρων.