Δευτέρα 15 Αυγούστου 2022

Ο ΑΓΙΟΣ ΤΙΜΟΘΕΟΣ ΕΠΙΣΚΟΠΟΣ ΕΥΡΙΠΟΥ

 16 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Τιμ. γ΄ 13 – δ΄ 5

    13 Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. 14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· 15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. 16 καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.

    δ΄ 1 Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4 ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· 5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. θ΄ 51-57, ι΄ 22-24, ιγ΄ 22

    51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. 54 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; 55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· 56 ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. 57 Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε.

  ι΄ 22 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

   ιγ΄ 22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΤΙΜΟΘΕΟΣ ΕΠΙΣΚΟΠΟΣ ΕΥΡΙΠΟΥ

   Στίς 16 Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου Τιμοθέου Ἐπισκόπου Εὐρίπου. Γεννήθηκε περί τό 1510 στόν Κάλαμο Ἀττικῆς καί προερχόταν ἀπό ἱερατική οἰκογένεια. Ἀπό νεαρή ἠλικία ἀποφάσισε νά ἀφιερωθεῖ στήν Ἐκκλησία τοῦ Χριστοῦ. Ἐκάρη μοναχός, ἀργότερα χειροτονήθηκε διάκονος, πρεσβύτερος, ἐπίσκοπος Ὠρεῶν Εὐβοίας (1553) καί μετά Εὐρίπου-Χαλκίδος. Ἐκεῖ ὁ ἅγιος ἤλεγξε τόν πασά τῆς περιοχῆς, διότι διέταξε νά μετατραποῦν οἱ χριστιανικοί ναοί σέ τζαμιά. Ὁ ὅσιος τότε τό 1572 πέρασε μέ τήν μικρή συνοδεία του στήν ἀπέναντι ἀκτή τῆς Ἀττικῆς μέ τήν βοήθεια τῆς χριστιανῆς γυναίκας τοῦ πασᾶ. Μόνασε στά Καλίσια τοῦ Πεντελικοῦ ὄρους καί στήν Ἁγία Τριάδα τοῦ Νεροῦ, ὅπου βρῆκε εἰκόνα τῆς Θεοτόκου τῆς Γλυκοφιλοῦσας. Κατόπιν βρέθηκε σέ λείψανο ἀσκητοῦ κι ἐκεῖ ἵδρυσε τό 1578 τήν Ἱερά Μονή Πεντέλης ἀφιερωμένη στήν Παναγία, στήν ὁποία συναθροίσθηκαν οἱ ἀσκητές τῆς περιοχῆς. Ἀργότερα ἀποσύρθηκε στόν Ἅγιο Νικόλαο Γαργηττοῦ καί μετά στόν ἅγιο Γεώργιο Βραυρώνας. Σέ αὐτό τό διάστημα αὐξήθηκε ἡ κτηματική περιουσία τῆς Μονῆς χάρις σέ δωρεές πιστῶν, ἀλλά ἀκόμα καί μουσουλμάνων, οἱ ὁποίοι εὐεργετήθηκαν ἀπό τόν ἅγιο. Λόγῳ τῶν θαυμάτων πού ἐπιτελοῦσε, πολλοί πίστευαν στόν Χριστό. Ὅλα αὐτά κίνησαν τόν φθόνο κάποιων χωρικῶν καί ξεσηκώθηκαν ἐναντίον του, μέ ἀποτέλεσμα νά ἀναγκασθεῖ νά πάει στήν Κέα, πλέοντας μέ μιά μισοκατεστραμμένη βάρκα. Διέμενε στήν ἱερά Μονή Ἁγίου Ἰωάννου Προδρόμου κι ἔκτισε ναό ἀφιερωμένο στόν Ἅγιο Παντελεήμονα. Ἐκοιμήθη εἰρηνικά τό 1590, τό δέ ἅγιό του λείψανο ἀνεκομίσθη στό μετόχι τῆς Ἁγίας Δυνάμεως στήν Ἀθήνα. Ἡ ἁγία Κάρα του βρίσκεται στήν Ἱερά Μονή Πεντέλης καί θαυματουργεῖ σέ περιπτώσεις πανώλης, πυρκαϊῶν καί ἄλλων δυσχερῶν καταστάσεων.

Ἀπολυτίκιον

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.


Τοῦ Καλάμου κοσμήτωρ καὶ Εὐρίπου διδάσκαλος, καὶ Μονῆς Πεντέλης δομήτωρ, Ἱεράρχα Τιμόθεε, ἐδείχθης εὐδοκίᾳ θεϊκῇ, ὡς πλήρης οὐρανίων δωρεῶν· διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τελοῦμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Μεγαλυνάριον

   Χαίροις ὁ Καλάμου θεῖος βλαστός, πρόεδρος Εὐρίπου, καὶ Ὁσίων ὁ κοινωνός· χαίροις ὁ Πεντέλης, Μονῆς θεῖος δομήτωρ, καὶ μέγας ἀντιλήπτωρ, Πάτερ Τιμόθεε.