Πέμπτη 11 Αυγούστου 2022

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΦΩΤΙΟΣ ΚΑΙ ΑΝΙΚΗΤΟΣ

 12 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ιδ΄ 26 – 40

   26 Τί οὖν ἐστιν, ἀδελφοί, ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθ᾿ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι καὶ πάντες παρακαλῶνται· 32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται· 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ἀλλὰ εἰρήνης. 

34 Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν. ἀλλ᾿ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. 36 ἢ ἀφ᾿ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; 37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ Κυρίου εἰσὶν ἐντολαί· 38 εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. 39 Ὥστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε· 40 πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κα΄ 12-14, 17-20

   12 Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, 13 καὶ λέγει αὐτοῖς· γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 14 Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς.

   17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ. 18 Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασε· 19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. 20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΦΩΤΙΟΣ ΚΑΙ ΑΝΙΚΗΤΟΣ

   Στίς 12 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Φωτίου καί Ἀνικήτου. Ὁ ἅγιος Φώτιος ἦταν ἀνιψιός τοῦ ἁγίου Ἀνικήτου καί ἔζησαν τήν ἐποχή τοῦ αὐτοκράτορα Διοκλητιανοῦ. Ὅταν ὁ Διοκλητιανός πῆγε στήν Νικομήδεια καί μίλησε δημόσια κατά τῶν χριστιανῶν τονίζοντας ὅτι θά ἐξαφανίση ὅλους τούς χριστιανούς ἀπό τήν αὐτoκρατορία, τότε παρουσιάσθηκε ὁ μάρτυς Ἀνίκητος καί τόν ἔλεγξε μέ παρρησία. Γιά αὐτό τόν συνέλαβαν οἱ εἰδωλολάτρες καί τόν κτύπησαν μέ τόση μανία πού φάνηκαν τά κόκκαλά του. Κατόπιν ἐλευθέρωσαν ἕνα ἄγριο λιοντάρι, τό ὁποῖο ὅρμησε μέ μανία κατά τοῦ μάρτυρα, ὅμως χάριτι Θεοῦ ὅταν πλησίασε τόν ἅγιο Ἀνίκητο ἔγινε ἥμερο. Τότε ἕνας φοβερός σεισμός συγκλόνισε τήν Νικομήδεια μέ ἀποτέλεσμα νά σκοτωθοῦν πολλοί ἄνθρωποι καί νά καταστραφῆ τό εἴδωλο τοῦ ἥρωα Ἡρακλῆ. Κατόπιν ὁ αὐτοκράτορας διέταξε νά ἀποκεφαλίσουν τόν ἅγιο, ἡ χάρις τοῦ Θεοῦ ὅμως ἀκινητοποίησε τόν δήμιο. Ἔπειτα ἔδεσαν τόν μάρτυρα σέ ἕνα τροχό, ὁ ὁποῖος γύριζε πάνω ἀπό μία τεράστια φωτιά· ἡ χάρις τοῦ Θεοῦ ὅμως ἐλευθέρωσε τόν ἅγιο καί ἔσβησε τήν φωτιά. Τότε ὁ ἅγιος Φώτιος ἔτρεξε κοντά στόν θεῖο του, ὅμως οἱ δήμιοι τούς συνέλαβαν καί τούς ὑπέβαλαν σέ φοβερά βασανιστήρια, ἀλλά καί πάλι ἡ χάρις τοῦ Θεοῦ διαφύλαξε τούς ἁγίους. Μετά ἀπό τρία χρόνια καθημερινῶν βασανιστηρίων οἱ δοῦλοι τοῦ Θεοῦ Ἀνίκητος καί Φώτιος ὁδηγήθηκαν σέ ἕνα πυρωμένο λουτρό, ὅπου καί πάλι ἔμειναν ἀβλαβεῖς. Τέλος ὁ δυσσεβής Διοκλητιανός τούς ἔριξε σέ μία κάμινο· ἐκεῖ ἀφοῦ προσευχήθηκαν παρέδωσαν τίς ψυχές τους στόν Κύριο καί ἔλαβαν τούς στεφάνους τοῦ μαρτυρίου. Ἡ παράδοση ἀναφέρει ὅτι ὅταν οἱ εἰδωλολάτρες συνέλεξαν τά σώματά τους αὐτά ἦταν ἀκέραια καί μάλιστα οὔτε οἱ τρίχες τῆς κεφαλῆς τους δέν εἶχαν καεῖ ἀπό τήν φωτιά.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Θείας πίστεως.)

  Θείας πίστεως, τῇ συμφωνίᾳ, τήν οἰκείωσιν, τῆς συγγενείας, δι᾽ ἀγώνων ἱερῶν ἐλαμπρύνατε, θεομακάριστε Μάρτυς Ἀνίκητε, σύν τῷ Φωτίῳ, φωτός τῷ θεράποντι. Ἀλλ᾽αἰτήσασθε, δοθῆναι πταισμάτων ἄφεσιν, τοῖς μέλπουσιν ὑμῶν, τήν θείαν ἄθλησιν.

Μεγαλυνάριον

   Ἀνίκητος ὤφθης καί ἀρραγής, Ἀνίκητε μάκαρ, ἐν ἀγῶσιν ἀθλητικοῖς· πλήρης δέ ἀΰλου, φωτός Φώτιε Μάρτυς, διό καί ἐπαξίως, ἐθαυμαστώθητε.