ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. δ΄ 9-16
9 Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιζ΄ 14-23
14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΘΑΔΔΑΙΟΣ
Στίς 21 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἀποστόλου Θαδδαίου. Καταγόταν ἀπό τήν Ἔδεσσα τῆς Μεσοποταμίας, ἦταν Ἑβραῖος καί βαθύς γνώστης τῶν θείων Γραφῶν. Κάποτε πῆγε στά Ἱεροσόλυμα γιά νά προσκυνήσει, ἄκουσε τό κήρυγμα τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου καί τόσο ἐντυπωσιάστηκε ἀπό αὐτό, ἀλλά καί ἀπό τήν ἀγγελική ζωή τοῦ Προφήτη, πού βαπτίσθηκε ἀπό αὐτόν. Μετά γνώρισε τόν Κύριο, εἶδε τά ἄπειρα θαύματα πού ἐπιτελοῦσε, ἄκουσε τή διδασκαλία του καί τόν ἀκολούθησε ἔως τό σωτήριο Πάθος Του. Μετά την Ἀνάληψη τοῦ Χριστοῦ πῆγε πάλι στήν Ἔδεσσα, ὅπου βάπτισε τόν τοπάρχη Αὔγαρο καί τοῦ καθάρισε ἕνα μικρό σημάδι λέπρας, πού εἶχε ἀπομείνει ἀπό τήν θαυματουργική θεραπεία μέ τό ἅγιο Μανδήλιο. Δίδαξε καί φώτισε πολλούς ἀνθρώπους, ἔχτισε ἱερούς ναούς καί τέλος ἐκοιμήθη στή Βηρυτό τῆς Φοινίκης.
Ἀπολυτίκιον
(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)
Θεοῦ τοῦ ἐν σώματι, ἐπιφανέντος ἠμίν, αὐτόπτης γενόμενος, καὶ ἱερὸς μαθητής, Θαδδαῖε Ἀπόστολε, ἔλαμψας τοὶς ἐν σκότει, τὴν σωτήριον χάριν ὤφθης τῶν ἐν Ἐδέσσῃ, ἰατὴρ λαμπαδοῦχος, διὸ τοὺς προσιόντας σοί, σκέπε ἑκάστοτε.
Μεγαλυνάριον
Αἴγλῃ τοῦ Σωτῆρος καταυγασθείς, τούτῳ προσπελάσας, ὦ Θαδδαῖε ὡς μαθητής, ἔνθεν ἐν Ἐδέσσῃ, ὡς ἥλιος ἐπέστης, φωτίζων καί στηρίζων τούς προσιόντας σοι.