ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. ιε΄ 30-33
30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν, 31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις, 32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν. 33 ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιζ΄ 24 – ιη΄ 4
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει, ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 λέγει αὐτῷ ὁ Πέτρος· ἀπὸ τῶν ἀλλοτρίων. ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
ιη΄ 1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2 καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· 3 ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΠΡΟΦΗΤΗΣ ΣΑΜΟΥΗΛ
Στίς 20 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου καί ἐνδόξου προφήτου Σαμουήλ, ὁ ὁποῖος ἦταν γυιός τοῦ Ἐλκανᾶ καί τῆς Ἄννας τῆς προφήτιδος. Ἡ Ἄννα ἦταν στείρα, γι’ αύτό ἦταν πολύ λυπημένη. Προσευχήθηκε μέ πολύ πόνο στόν Θεό καί πράγματι γέννησε τόν μεγάλο προφήτη Σαμουήλ. Τό δέ ὄνομα Σαμουήλ σημαίνει Θεαίτητος. Ἡ μητέρα του τόν ἀφιέρωσε στόν Θεό καί ὅταν μεγάλωσε Τόν ὑπηρετοῦσε. Ὅσο ζοῦσε ὁ προφήτης ἔκρινε τόν λαό τοῦ Ἰσραήλ καί ποτέ δέν πῆρε δῶρο ἀπό κάποιον. Ἔχρισε βασιλεῖς τόν Σαούλ καί τόν προφήτη Δαβίδ. Ἐκοιμήθη πλήρης ἡμερῶν χίλια τριάντα πέντε χρόνια πρίν τήν σάρκωση τοῦ Κυρίου.
Ἀπολυτίκιον
(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)
Ἐκ στείρας ἐβλάστησας, δικαιοσύνης καρπός, προφαίνων τὴν μέλλουσαν, εὐεργεσίαν ἠμίν, Σαμουὴλ θεσπέσιε ὅθεν ἱερατεύσας, παιδιόθεν Κυρίῳ, ἔχρισας ὡς Προφήτης, Βασιλεῖς θείῳ μύρῳ. Καὶ νῦν τῶν σὲ εὐφημούντων, μάκαρ μνημόνευε.
Μεγαλυνάριον
Χαίροις ἱερώτατε Σαμουήλ, ὁ ἐν Θεῷ ἐκ βρέφους, φερωνύμως προσκληρωθείς· χαίροις ὁ τά πόρρῳ, ὡς ἐνεστῶτα βλέπων, προφητικῶν χαρίτων χαῖρε κειμηλίων.