Πέμπτη 25 Αυγούστου 2022

ΟΙ ΑΓΙΟΙ ΑΔΡΙΑΝΟΣ ΚΑΙ ΝΑΤΑΛΙΑ

 26 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. δ΄ 13-18

   13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. 16 Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾿ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾿ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κδ΄ 27-33, 42-51

   27 Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. 29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾿ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. 32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

   42 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. 43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἐλθεῖν, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΑΔΡΙΑΝΟΣ ΚΑΙ ΝΑΤΑΛΙΑ

    Στίς 26 Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἁγίων μαρτύρων Ἀδριανοῦ καί Ναταλίας. Ζοῦσαν στή Νικομήδεια κατά τούς χρόνους τοῦ Μαξιμιανοῦ. Ὁ ἅγιος Ἀδριανός ρώτησε κάποιους χριστιανούς πού ὄχι μόνο εἴχαν συλληφθεῖ, ἀλλά καί βασανιζόντουσαν γιά τήν πίστη τους, για ποιό λόγο ὑποφέρουν αὐτές τίς φοβερές τιμωρίες. Ἐκεῖνοι ἀπάντησαν ὅτι ὑπομένουν ὅλα αὐτά γιά νά ἀποκτήσουν τά ἀγαθά, πού ἔχει ἑτοιμάσει ὁ Θεός σέ ὅσους πάσχουν γιά τήν ἀγάπη του, ἀγαθά ἀπερίγραπτα καί ἀσύλληπτα γιά τόν ἀνθρώπινο νοῦ. Τότε κατανύχθηκε ὁ μακάριος Ἀδριανός καί ζήτησε να γραφτεῖ καί τό δικό του ὄνομα στούς καταλόγους τῶν χριστιανῶν, πού ἐπρόκειτο νά μαρτυρήσουν. Πράγματι προστέθηκε τό ὄνομά του καί σιδηροδέσμιος ὁδηγήθηκε στήν φυλακή. Ὅταν τό ἔμαθε ἡ γυναίκα του Ναταλία, φέρεσε λαμπρά φορέματα καί πῆγε στήν φυλακή γιά νά ἐπαινέσει τόν σύζυγό της, ἀλλά καί γιά νά τόν ἐνισχύσει. Ἡ ἁγία ἐπέστρεψε στήν οἰκία της καί ἀργότερα ὁ ἅγιος Ἀδριανός ἔχοντας πάρει ἄδεια ἀπό τούς δεσμοφύλακες, πῆγε νά τήν ἀποχαιρετήσει γιά τελευταία φορά. Ἡ ἁγία ὅμως νόμισε ὅτι ὁ σύζυγός της ἀρνήθηκε τόν Χριστό καί δέν τοῦ ἄνοιγε. Ὅταν κατάλαβε γιά ποιόν λόγο ἦρθε ὁ ἅγιος, τόν δέχθηκε, τόν ἀσπάσθηκε, τόν συνόδευσε στόν τόπο ὅπου ἐπρόκειτο νά μαρτυρήσει καί τόν στήριζε τήν ὥρα τοῦ μαρτυρίου. Μετά ἀπό φρικτά βασανιστήρια συνέλλεξαν τά ἅγια λείψανά του μαζί μέ ἄλλων μαρτύρων γιά νά καοῦν. Δυνατή βροχή ὅμως ἔσβησε τήν φωτιά καί κάποιος χριστιανός τά πῆρε καί τά ἐνεταφίασε στήν Ἀργυρούπολη. Ἐκεῖ πῆγε καί ἡ ἁγία Ναταλία, παρέδωσε τήν ψυχή της στά χέρια τοῦ Θεοῦ καί ἐνταφιάσθηκε κοντά στούς ἅγίους Μάρτυρες.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Θείας πίστεως.)

Ἀναφαίρετον ὄλβον ἠγήσω, τὴν σωτήριον, πίστιν τρισμάκαρ, καταλιπῶν τὴν πατρῴαν ἀσέβειαν καὶ τῷ Δεσπότῃ κατ’ ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὁμοὺ σὺν Ναταλία τὴ θεόφρονι.

Μεγαλυνάριον

Λόγοις σε ἀλείφουασαν πρός ζωήν, τήν σύνευνον ἔχων, Ναταλίαν Ἀδριανέ, σύ αύτῇ ἐδρέψω, ἐπιτηδείως Μάρτυς, καρπόν τόν ζωηφόρον ἀθλήσας ἄριστα.