Δευτέρα 1 Αυγούστου 2022

ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΘΕΟΔΩΡΟΣ Ο ΕΝ ΔΑΡΔΑΝΕΛΛΙΟΙΣ

2 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ς΄ 8 – ζ΄ 5, 47-60

    8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

   ζ΄ 1 Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν, 3 καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἥν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαῤῥάν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ις΄ 6-12

   6 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 7 οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν. 8 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; 9 οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; 12 τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου, ἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΘΕΟΔΩΡΟΣ Ο ΕΝ ΔΑΡΔΑΝΕΛΛΙΟΙΣ

   Στίς 2 Αὐγούστου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ἁγίου νεομάρτυρος Θεοδώρου τοῦ ἐν Δαρδανελλίοις. Ὁ ἅγιος Θεόδωρος καταγόταν ἀπό ἕνα χωριό τῆς περιοχῆς τοῦ Ἑλλησπόντου, ἀπό γονεῖς εὐσεβεῖς, τόν Γεώργιο καί τήν Κυριακή. Σέ νεαρή ἡλικία πῆγε στά Δαρδανέλλια, ὅπου ἔμαθε καί ἐξασκοῦσε τήν τέχνη τῆς ἐπεξεργασίας τοῦ σουσαμιοῦ. Ἐπειδή ὅμως ἦταν προικισμένος ἀπό τόν Θεό μέ κάθε φυσική ἀρετή, ἕνας πλούσιος τοῦρκος τόν ζήλεψε καί προσπάθησε νά τόν τουρκέψη καί νά τόν παντρέψη μέ τήν κόρη του. Χρησιμοποίησε κάθε μέσο καί τέλος τόν συκοφάντησε στόν κριτή, χρησιμοποιώντας ἕνα ψευδομάρτυρα, ὅτι τοῦ εἶχε ὑποσχεθῆ ὅτι θά τούρκευε, ἐάν γινόταν ὑγιής μετά ἀπό μία ἀρρώστιά του. Ὁ Θεόδωρος μέ παρρησία ὁμολόγησε ὅτι «ἐγώ Χριστιανός εἶμαι ἀπό τούς γονεῖς μου καί Χριστιανός θέλω νά ἀποθάνω καί Τοῦρκος δέν γίνομαι καί οὔτε πλοῦτο οὔτε γυναίκα θέλω». Τότε ὁ κριτής διέταξε νά τόν φυλακίσουν καί νά τόν βασανίσουν μέχρι νά ἀρνηθῆ τήν πίστη του, ὅμως ὁ Θεόδωρος ἔμεινε ἑδραῖος παρ’ ὅλα τά βασανιστήρια καί τούς ἐξευτελισμούς πού ὑπέστη. Ἕνας δέ εὐλαβής ἱερέας, βρισκόμενος ὁ Θεόδωρος στήν φυλακή, κατάφερε νά τόν ἐξομολογήση καί νά τόν κοινωνήση τῶν Ἀχράντων Μυστηρίων. Βλέποντας οἱ Τοῦρκοι τό ἀμετάθετο τῆς γνώμης του τόν ἀποκεφάλισαν τήν 2α Αὐγούστου τοῦ 1690. Ἐπειδή τό λείψανό του ἔμεινε ἄταφο, ὁ Θεός δόξασε τόν δοῦλο του σκεπάζοντάς το, ὅταν νύκτωσε μέ φῶς οὐράνιο. Τήν ἑπόμενη ἡμέρα εὐλαβεῖς χριστιανοί ἐνταφίασαν τό ἱερό λείψανο καί ἀπό τότε ἐπιτελεῖ πολλά θαύματα σέ αὐτούς πού προσέρχονται μέ πίστη.

Μεγαλυνάριον


Χαίροις Ὀφρυνίου θεῖος βλαστός, καὶ Δαρδανελλίων ἐγκαλλώπισμα ἱερόν, ἐν αὐτῇ γὰρ χαίρων, Θεόδωρε ἀθλήσας, πλουσίων δωρημάτων, θεόθεν ἔτυχες.