Πέμπτη 21 Ιουλίου 2022

Η ΑΓΙΑ ΜΑΡΚΕΛΛΑ

22 Ἰουλίου 

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Α΄ Κορ. δ΄ 5-9

   5 Ὤστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. 6 Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾿ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 7 τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; 8 ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 9 δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Λκ. η΄ 1-3 

   1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, 2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, 3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς. 

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

Η ΑΓΙΑ ΜΑΡΚΕΛΛΑ

   Στίς 22 Ἰουλίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῆς Ἁγίας Μαρκέλλας. Ἡ Ἁγία Μαρκέλλα δέν ἦταν γνωστό ποιά ἦταν καί πότε μαρτύρησε, διότι δέν σώζεται κάποιο συναξάρι. Στήν Χίο ὅμως ὑπάρχει ἱερός ναός ἀφιερωμένος στήν Ἁγία καί οἱ κάτοικοι τῆς Χίου τήν εὐλαβοῦνται πολύ. Διηγοῦνται δέ πολλά θαύματα, ἕνα ἀπό τά ὁποῖα εἶναι τό παρακάτω. Κοντά στόν ναό τῆς Ἁγίας Μαρκέλλας, ὁ ὁποῖος εἶναι χτισμένος κοντά στή θάλασσα, ὑπάρχουν πέτρες καί χαλίκια πού φαίνονται νά ἔχουν πηγμένο αἷμα. Οἱ πιστοί παίρνουν ξύσματα ἀπό αὐτές τίς πέτρες καί τά χρησιμοποιοῦν γιά διάφορες ἰατρεῖες. Πολλές φορές ἔχει ἐμφανιστεῖ ντυμένη σάν μοναχή. Ἀπό τό πηγμένο αἷμα φαίνεται ὅτι ἦταν μάρτυρας.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)

   Παρθὲνος ἀκήρατος, καί ἀθληφόρος σεμνή, ἑδεὶχθης ἀθλήσασα, ὑπέρ τοῦ νόμου Χριστοῦ, Μαρκέλλα πανεύφημε· ὅθεν τῶν ἱαμάτων, ἀναβλύζεις τήν χάριν, πᾶσι τοῖς προσιοῦσι, τῇ θερμῇ σου πρεσβείᾳ, πρεσβεύουσα Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.

Μεγαλυνάριον

  Χαίροις Νύμφη ἄσπιλε τοῦ Χριστοῦ, ἔνδοξε Μαρκέλλα, καλλιμάρτυς νεοφανής· βλάστημα τῆς Χίου, καὶ δόξα καὶ προστάτις, πάντων παθῶν ἀπάλλαξον, τοὺς τιμῶντας σε.