Παρασκευή 29 Ιουλίου 2022

ΟΙ ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΣΙΛΑΣ, ΣΙΛΟΥΑΝΟΣ, ΕΠΑΙΝΕΤΟΣ, ΚΡΗΣΚΗΣ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΣ

30 Ἰουλίου 

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

 Πρξ. ιε΄ 35-41 

      35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου. 36 Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. 37 Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην τὸν ἐπικαλούμενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. 39 ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον. 40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας. 

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Μτθ. ι΄ 37 – ια΄ 1

   37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. 39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. 42 καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

   ια΄ 1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

ΟΙ ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΣΙΛΑΣ, ΣΙΛΟΥΑΝΟΣ, ΕΠΑΙΝΕΤΟΣ, ΚΡΗΣΚΗΣ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΣ

    Στίς 30 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Ἐπαινετοῦ, Κρήσκεντος καί Ἀνδρονίκου. Ὁ ἅγιος Σίλας βοήθησε τόν Ἀπόστολο Παῦλο στό κήρυγμά του περισσότερο ἀπό ἄλλους Ἀποστόλους. Μετά ἀπό πολύ καιρό ἔγινε Ἐπίσκοπος Κορίνθου. Κοπίασε πολύ γιά τό ποίμνιό του καί τό στερέωσε στήν πίστη του. Ὁ ἅγιος Σιλουανός ἔγινε Ἐπίσκοπος Θεσσαλονίκης καί ὑπέμεινε πολλούς κινδύνους, διότι οἱ Θεσσαλονικεῖς ἦταν πολύ ἐπιτήδειοι στά σοφίσματα τῶν λόγων. Ὁ ἅγιος Ἐπαινετός ἔγινε Ἐπίσκοπος Καρθαγένης. Μετέβαλε πολλούς εἰδωλολάτρες στήν θεογνωσία, παρά τούς πειρασμούς καί τίς ταλαιπωρίες πού ὑπέστη ἀπό αὐτούς. Τέλος, ὁ ἅγιος Κρήσκης ἔγινε Ἐπίσκοπος Χαλκηδόνος καί ἐργάσθηκε μέ ζῆλο γιά νά βγάλει ἀπό τήν πλάνη τούς ἀνθρώπους.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε)

   Οἱ θεῖοι Ἀπόστολοι, ὡς οὐρανοὶ λογικοί, τὴν δόξαν ἀστράψαντες, τοῦ κενωθέντος ἐν γῇ, συμφώνως ὑμνείσθωσαν, Κρήσκης Σιλουανὸς τε, καὶ ὁ ἔνθεος Σίλας, ἅμα σὺν Ἀνδρονίκῳ, Ἐπαινετὸς ὁ θεόφρων· Χριστὸν γὰρ ἱκετεύουσι, σώζεσθαι ἄπαντας.

Μεγαλυνάριον

   Χαίρετε Ἀπόστολοι τοῦ Χριστοῦ, Ἀνδρόνικε Σίλα, καὶ θεόφρον Σιλουανέ, σὺν Ἐπαινετῷ τε, καὶ Κρήσκεντι τῷ θείῳ, τῆς ἀληθοῦς σοφίας ἐνδιαιτήματα.