Παρασκευή 8 Ιουλίου 2022

Ο ΑΓΙΟΣ ΠΑΓΚΡΑΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΑΥΡΟΜΕΝΙΑΣ

9 Ἰουλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ς΄ 11-17

   11 Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. 12 Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, 13 μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. 14 ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾿ ὑπὸ χάριν. 15 Τί οὖν; ἁμαρτήσομεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ᾿ ὑπὸ χάριν; μὴ γένοιτο. 16 οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην; 17 χάρις δὲ τῷ Θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. η΄ 14-23

14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. 16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν. 18 Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 21 Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 22 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. 23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΠΑΓΚΡΑΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΑΥΡΟΜΕΝΙΑΣ

Στίς 9 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἱερομάρτυρος Παγκρατίου, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Ἀντιόχεια καὶ ἔζησε τὸν 1ο αἰώνα. Ἔχοντας ἀποστολικὸ ζῆλο καί ἀφοῦ ἀπαλλάχθηκε ἀπὸ ὅλα τὰ περιουσιακά του στοιχεῖα, μέ ἐντολὴ τοῦ Ἀποστόλου Πέτρου πῆγε στὴ Σικελία. «Ἐν Ταυρομενίῳ τῆς Σικελίας ὁ Παγκράτιος, διδάξας μετὰ δυνάμεως, πολλὰ δὲ θαύματα ἐνεργήσας, εἵλκυσε πρὸς τὴν χριστιανικὴν πίστιν πολλοὺς ἐκ τοῦ λαοῦ καὶ τῶν ἐπισήμων, ἀκόμη δὲ καὶ αὐτὸν τὸν ἡγεμόνα τῆς νήσου Βονιφάτιον. Οὕτω, ὑπὸ τὴν κοινὴν ἀπαίτησιν, ἔστερξε νὰ ἀναδεχθῇ τὴν ἐπισκοπὴν Ταυρομενίου», μᾶς πληροφορεῖ ὁ Συναξαριστής. Τὸ σπουδαῖο φιλανθρωπικὸ ἔργο τοῦ Παγκρατίου ἐνοχλοῦσε τοὺς Ἰουδαίους καὶ τοὺς εἰδωλολάτρες, οἱ ὁποῖοι μία ἡμέρα τοῦ ἐπετέθησαν στὸ δρόμο καὶ «τὸν ἐφόνευσαν μὲ λίθους καὶ μαχαίρας».
Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Κράτος ἔνθεον, ἠμφιεσμένος, ἐκ τῆς χάριτος, τοῦ Κορυφαίου, Ἀποστόλων ζηλωτὴς ἐχρημάτισας· καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων, Παγκράτιε, τὴν ἱερὰν διπλοΐδα ἐφοίνιξας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος».
Πρωτ. Δ.Δ.Τ.

Μεγαλυνάριον

Κράτει Παντοκράτορος κραταιῷ, δαιμόνων τό κράτος, ἐξενεύρισας ἰσχυρῶς, καί θαυμάτων, κράτει, κρατήσας τῶν ἐν πλάνῃ, Παγκράτιε ἐν κράτει Μαρτύρων ἔστεψας.