ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. ια΄ 33 – ιβ΄ 2
33 Τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. 34 καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. 35 Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. 36 ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. 37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. 38 ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. 39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
ια΄ 1 Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. 2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ι΄ 16-22
16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17 Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19 ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21 Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΠΕΡΓῌ ΤΗΣ ΠΑΜΦΥΛΙΑΣ ΜΑΡΤΥΡΗΣΑΝΤΕΣ
Τὴν 1η Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἐννέα μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας ἀθλησάντων, Λεοντίου, Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ, Μηναίου, Κατούνου καί Εὐκλέου. Ἔζησαν κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ (300) καί Φλαβιανοῦ, ἡγεμόνα τῆς Παμφυλίας. Προέρχονταν ὅλοι ἀπό χριστιανικές οἰκογένειες· ὁ ἅγιος Μηναῖος ἦταν ξυλουργός καί οἱ ὑπόλοιποι γεωργοί. Πῆγαν στό ἱερό τῆς Ἀρτέμιδος καί γκρέμισαν ὅλα τά εἴδωλα. Συνέλήφθησαν καί ὁμολόγησαν τήν πίστη τους στόν Χριστό. Ἔμειναν ἀκλόνητοι, παρά τίς προσπάθειες τῶν εἰδωλολατρῶν νά τούς πείσουν νά ἀρνηθοῦν τήν πίστη τους. Τούς ἔδειραν, τούς ἔκαψαν στήν πλευρά, τούς ἔσχισαν μέ σιδερένια νύχια, τούς ἔβαλαν ἀναμμένες λαμπᾶδες στίς μασχάλες, τούς κέντησαν τά μάτια καί τέλος τούς ἔριξαν στή φυλακή χωρίς νερό καί φαγητό. Μετά ἀπό πολύ καιρό τούς ἔδωσαν τροφή στά θηρία, τά ὁποῖα ὅμως δέν τούς ἔβλαψαν καθόλου. Ὅλοι στό στάδιο ἐξεπλάγησαν καί ἀναφώνησαν: “Μέγας ὁ Θεός τῶν Χριστιανῶν”, ἀμέσως δέ ξεκίνησε δυνατή βροχή μέ ἀστραπές, βροντές, χαλάζι καί ἀκούστηκε θεϊκή φωνή πού προσκαλοῦσε τούς μάρτυρες στόν οὐρανό. Ἀκούγοντάς την οἱ ἅγιοι χάρηκαν πολύ, ἀποκεφαλίσθηκαν καί ἔλαβαν παρά Κυρίου τόν στέφανο τοῦ μαρτυρίου.