ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. β΄ 28 – γ΄ 18
28 Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, 29 ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾿ ἐκ τοῦ Θεοῦ.
γ΄ 1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; 2 πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. 3 τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; 4 μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 5 εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. 6 μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; 7 εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι, 8 καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρῖμα ἔνδικόν ἐστι. 9 Τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾿ ἁμαρτίαν εἶναι, 10 καθὼς γέγραπται ὅτι οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, 11 οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· 12 πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 13 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· 14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· 15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, 16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. 18 οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ς΄ 31-34, ζ΄ 9-11
31 Μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
ζ΄ 9 ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 εἰ οὗν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
O ΑΓΙΟΣ ΚΑΛΛΙΣΤΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
Στίς 20 Ἰουνίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ Ἁγίου Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως. Ἦταν μοναχός στήν σκήτη τοῦ Μαγουλά στό Ἅγιον Ὄρος καί ἔγινε Πατριάρχης τό 1350 ἐπί Ἰωάννου Καντακουζηνοῦ καί Ἰωάννου Παλαιολόγου. Ἦταν πολύ ἐνάρετος καί ἐπί τῆς Πατριαρχίας του καταδικάσθηκαν οἱ κακοδοξίες τῶν Βαρλαάμ καί Ἀκινδυνου. Μετά ἀπό δύο ἔτη παραιτήθηκε ἀπό τόν θρόνο του, διαμαρτυρόμενος γιά πολιτικές αὐθαιρεσίες καί πῆγε νά μονάση στήν Μονή τοῦ Ἁγίου Μάμαντος. Μετά ἀπό κάποιο διάστημα ἐπανῆλθε στήν Πατριαρχία καί ἀφοῦ τακτοποίησε πολλά πνευματικά ζητήματα μέ σοφία, σύνεση καί φόβο Θεοῦ, ταξίδεψε στήν Σερβία, στήν σύζυγο τοῦ Κράλη τῆς Σερβίας, ὡς ἀπεσταλμένος τοῦ βασιλιᾶ, μέ σκοπό Σέρβοι καί Ρωμαίοι νά ἀναχαιτίσουν τήν τουρκική ἐπεκτατικότητα. Περνώντας ἀπό τό Ἅγιον Ὄρος συνάντησε τόν Ἅγιο Μάξιμο τόν Καυσοκαλύβη, ὁ ὁποῖος τοῦ προεῖπε ὅτι ἐπρόκειτο νά πέση ἡ Κωνσταντινούπολη καί καθώς ἀναχωροῦσε ὁ Πατριάρχης, ἔψαλε πίσω του, τό ἐπιτάφιο “Ἄμωμοι ἐν ὁδῷ..” . Πράγματι ὁ ἅγιος Κάλλιστος μετά ἀπό λίγο ἀρρώστησε ἀπό λοιμώδη νόσο καί ἐκοιμήθη.
Ἀπολυτίκιον
(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.)
Βασιλίδος ἐδείχθης Πατριάρχης θεόσοφος, καὶ ̔Αγίου ῎Ορους τὸ κλέος, τῶν Σεῤῥαίων θησαύρισμα, τῶν θείων δὲ Χριστοῦ ἡσυχαστῶν ὁ φίλος καὶ συνήγορος ὁμοῦ· διὸ πάντες πάτερ Κάλλιστε ἐν χαρᾷ ὑμνοῦμέν σε κραυγάζοντες· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ κάλλιστα.