ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. β΄ 10-16
10 Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11 οὐ γὰρ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων- 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. δ΄ 18-23
18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφόν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῷ καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΔΑΒΙΔ
Στίς 26 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ὁσιομάρτυρος Δαβίδ τοῦ ἐν Θεσσαλονίκῃ. Ὁ ὁσιομάρτυς Δαβίδ καταγόταν ἀπό τό Ἀϊβαλί τῆς Μικρᾶς Ἀσίας καί σέ νεαρά ἡλικία ἐκάρη μοναχός στήν σκήτη τῆς Ἁγίας Ἄννης τοῦ Ἁγίου Ὄρους, ὅπου πολιτεύθηκε μέ μεγάλη αὐταπάρνηση. Ἐπειδή ὁ ναός τοῦ Σωτῆρος στήν κορυφή τοῦ Ἄθωνα εἶχε κατεδαφισθεῖ τήν ἐποχή ἐκείνη ἀπό κεραυνό, ἡ δε ἐκκλησία τῆς Ὑπεραγίας Θεοτόκου στούς πρόποδες ἦταν ἑτοιμόρροπη, ἀνεχώρησε γιά τήν Σμύρνη, ὅπου, ἀφοῦ συνέλεξε ἀπό τούς πιστούς ἐλεημοσύνες, ἐπέστρεψε στό Ἅγιο Ὄρος καί ἐπισκεύασε τά κτίρια. Ἐπιθυμώντας νά μαρτυρήση γιά τόν Χριστό πῆγε στήν Μαγνησία τῆς Μικρᾶς Ἄσία, ὅπου ἦλθε σέ λογομαχία μέ τούς Ἀγαρηνούς γιά τήν πίστη, οἱ ὁποῖοι ἀφοῦ τόν ἔδειραν τόν ἄφησαν ἐλεύθερο. Ἔτσι χωρίς νά ἐπιτύχη τό ποθούμενο γύρισε στό Ἅγιο Ὄρος, ὅπου παρέμεινε ἕως ὅτου ἔλαβε τήν εὐλογία νά πάη στήν Θεσσαλονίκη μέ σκοπό καί πάλι νά μαρτυρήση. Τήν ἐποχή ἐκείνη στήν Θεσσαλονίκη βρισκόταν ἕνας μοναχός πού εἶχε ἀπαρνηθεῖ τήν πίστη του καί στόν ὁποῖο πῆγε ὁ ἅγιος Δαβίδ, γιά νά τόν νουθετήση. Ἐπειδή ὅμως τόν ἀντιλήφθηκαν οἱ Τοῦρκοι, τόν συνέλαβαν καί φοβούμενοι ὅτι θά μεταπείση τόν μοναχό τόν ὁδήγησαν στόν κριτή, ὁ ὁποῖος ἔδωσε σύντομη ἀπόφαση νά τόν κρεμάσουν. Ἔτσι ὁ ἀθλητής τοῦ Κυρίου Δαβίδ κρεμάσθηκε τό ἔτος 1813 καί ἔλαβε τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου, πρός δόξαν τοῦ Κυρίου καί χαρά τῶν εὐσεβῶν χριστιανῶν, πού εἶχαν λάβει μεγάλη λύπη λόγῳ τοῦ ἐξωμότη μοναχοῦ.