Δευτέρα 27 Ιουνίου 2022

Ο ΑΓΙΟΣ ΣΕΡΓΙΟΣ Ο ΜΑΓΙΣΤΡΟΣ

 28 Ἰουνίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ζ΄ 14 – η΄ 2

   14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾿ ὃ μισῶ τοῦτο ποιῶ. 16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. 17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω· 19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾿ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. 20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 21 εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· 22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. 24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος! τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; 25 εὐχαριστῷ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοΐ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.

  η΄ 1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. 2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ι΄ 9-15

   9 Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γάρ ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. 11 εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτὴν λέγοντες· εἰρήνη τῷ οἴκῳ τούτῳ. 13 ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΣΕΡΓΙΟΣ Ο ΜΑΓΙΣΤΡΟΣ

   Στίς 28 Ἰουνίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ δικαίου καί μακαρίου Σεργίου τοῦ Μαγίστρου. Ὁ ἅγιος Σέργιος καταγόταν ἀπό τήν περιοχή τῆς Ἀμάστριδος, τῆς Μαύρης Θάλασσας καί ἦταν συγγενής τῆς αὐτοκράτειρας Θεοδώρας, τοῦ εἰκονομάχου αὐτοκράτορα Θεοφίλου καί γόνος εὐλαβῶν καί ἀγαθῶν γονέων. Ὁ μακάριος Σέργιος, ἐπειδή ἦταν ἰδιαίτερα εὐφυής καί ἱκανός, κατόρθωσε νά φθάση σέ ὑψηλά στρατιωτικά καί πολιτικά ἀξιώματα. Ἐπίσης ἦταν ζηλωτής καί ἔνθερμος τηρητής τῆς ὀρθοδόξου πίστεως καί ἀγωνίσθηκε γιά τήν ἀναστήλωση τῶν ἁγίων καί σεπτῶν εἰκόνων. Λόγω τῶν ἱκανοτήτων του ἐστάλη ἀπό τόν βασιλέα Μιχαήλ, γιό τῆς βασίλισσας Θεοδώρας καί τήν σύγκλητο μαζί μέ τόν βασιλικό στόλο, νά ἐξουσιάζη καί νά κυβερνᾶ ὅλα τά στρατιωτικά τάγματα στό νησί τῆς Κρήτης. Βρισκόμενος ὁ ἀοίδιμος Σέργιος στήν Κρήτη κοιμήθηκε καί ἐνταφιάσθηκε στήν μονή τοῦ Μαγίστρου. Ἀργότερα τά ἱερά λείψανά του ἀνακομίσθηκαν στήν ἱερά μονή τῆς Ὑπεραγίας Θεοτόκου, τήν ὁποία εἶχε ἀναγείρει ὁ ἴδιος στόν κόλπο τῆς Νικομήδειας.