ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. ε΄ 10-16
10 Eἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· 11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. 12 Διὰ τοῦτο ὥσπερ δι᾿ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ᾿ ᾧ πάντες ἥμαρτον· 13 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου· 14 ἀλλ᾿ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἔστι τύπος τοῦ μέλλοντος. 15 Ἀλλ᾿ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε. 16 καὶ οὐχ ὡς δι᾿ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. η΄ 23-27
23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε. 25 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. 26 καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΓΡΙΠΠΙΝΑ
Στίς 23 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μάρτυρος Ἀγριππίνης. Ἡ ἁγία Ἀγριππίνα καταγόταν ἀπό τήν Ρώμη καί ἀπό νεαρά ἡλικία ἀφιερώθηκε στόν Κύριο καί ἀγωνίσθηκε νά καθαρισθῆ ἀπό τά πάθη καί νά στολισθῆ μέ τίς ἀρετές καί μάλιστα μέ τήν ἀρετή τῆς παρθενίας. Ποθώντας νά μαρτυρήση γιά τόν νυμφίο της Χριστό παραδόθηκε σέ φρικτά βασανιστήρια. Ἔτσι οἱ ἐχθροί τῆς πίστεως, ἐπειδή δέν μπόρεσαν νά τήν ἐξαναγκάσουν νά ἀρνηθῆ τόν Χριστό, τήν κτύπησαν στό στόμα, κατόπιν τήν γύμνωσαν καί τήν μαστίγωσαν ἀνελέητα. Τέλος ἡ ἁγία μάρτυς τοῦ Χριστοῦ, ἀφοῦ τήν βασάνισαν στρεβλώνοντας τά ἄκρα τοῦ σώματός της καί μή ἀντέχοντας τούς πόνους, παρέδωσε τήν ψυχή της, ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου καί ὁδηγήθηκε στήν οὐράνια μακαριότητα. Τρεῖς νέες, ἡ Βάσσα, ἡ Παῦλα καί ἡ Ἀγαθονίκη, ἀφοῦ πῆραν τό τίμιο σῶμα της τό πῆγαν καί τό ἐνταφίασαν στήν νῆσο τῆς Σικελίας, μέ ἀποτέλεσμα ἡ Σικελία νά ἀπελευθερωθῆ ἀπό τό σκότος τῆς πλάνης τῶν δαιμόνων καί οἱ κάτοικοί της νά πιστέψουν στόν Χριστό ὡς Θεό ἀληθινό. Ἔτσι τά ἱερά λείψανα τῆς ἁγίας Ἀγριππίνης ἀπό τότε μέχρι σήμερα εἶναι πηγή θαυμάτων καί ἰάσεων ἀπό κάθε ἀσθένεια.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)
Θεῖον Πνεύματι, κραταιωθεῖσα, ἠνδραγάθησας, γενναιοφρόνως, Ἀγριππίνα παρθενίας ὀσφράδιον ὅθεν Χριστοῦ δοξασθεῖσα τὴ χάριτι, πηγᾶς θαυμάτων βλυστάνεις τοὶς πέρασι. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Φίλτρῳ πτερεωθεῖσα ὑπερφυεῖ, νύμφη ἀνεδείχθης, τοῦ Σωτῆρος πανευπρεπής, Οὗ ἰχνηλατοῦσα, μαρτυρικῶς τό πάθος, τῆς τούτου Ἀγριππίνα εὐκλείας ἔτυχες.