Τρίτη 21 Ιουνίου 2022

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΙΟΥΛΙΑΝΟΣ

21 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. δ΄ 4-12

   4 Tῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· 5 τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην, 6 καθάπερ καὶ Δαυΐδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· 7 μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· 8 μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. 9 ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. 10 πῶς οὖν ἐλογίσθῃ; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ, ἀλλ᾿ ἐν ἀκροβυστίᾳ· 11 καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι᾿ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην, 12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν τῇ ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ζ΄ 15-21

   15 Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. 16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα; 17 οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. 18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. 21 Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΙΟΥΛΙΑΝΟΣ

    Στίς 21 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ. Ὁ ἅγιος Ἰουλιανός καταγόταν ἀπό τήν Κιλικία τῆς Μικρᾶς Ἀσίας καί ὁ μέν πατέρας του ἦταν βουλευτής εἰδωλολάτρης ἤ δέ μητέρα του χριστιανή ἀπό τήν ὁποία καί διδάχθηκε τήν κατά Θεόν εὐσέβεια. Ἀπό μικρή ἡλικία ὁ ἅγιος Ἰουλιανός καταγινόταν μέ τήν μελέτη τῶν θείων Γραφῶν καί τῶν ἱερῶν κειμένων, ὅταν δέ ἔφθασε στήν ἡλικία τῶν δέκα ὀκτώ χρονῶν ὁδηγήθηκε στόν ἡγεμόνα Μαριανό καί ἐπειδή δέν πείσθηκε νά θυσιάση στά εἴδωλα, ἀφοῦ βασανίσθηκε σκληρά τόν ἔριξαν στήν φυλακή. Κατόπιν, παρακινούμενος ἀπό τήν μητέρα του νά μείνη στέρεος στήν πίστη στόν Χριστό μέχρι θανάτου, τόν ἔβαλαν μέσα σέ ἕνα σάκκο, ὁ ὁποῖος περιεῖχε ἄμμο, φίδια καί δηλητηριώδη ἑρπετά καί τόν πέταξαν στήν θάλασσα. Ἔτσι ὁ μακάριος Ἰουλιανός ἀξιώθηκε νά λάβη τόν στέφανο τοῦ μαρτυρίου καί νά γίνη πολίτης τῆς οὐρανίου βασιλείας.

 

Ἀπολυτίκιον

(Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.)

   Μητρικαῖς ὑποθήκαις μυσταγωγούμενος, πανευκλεὴς στρατιώτης ὤφθης Χριστοῦ τοῦ Θεοῦ, παντευχίαν μυστικὴν περιζωσάμενος· ὅθεν καθεῖλες τὸν ἔχθρον, ὡς γενναῖος ἀριστεύς, καὶ ἤθλησας θεοφρόνως, Ἰουλιανὲ θεόφρον, ὑπὲρ ἠμῶν ἀεὶ πρεσβεύων Θεῶ.