ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. α΄ 1-7, 13-17
1 Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ 2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις 3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυΐδ κατὰ σάρκα, 4 τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, 5 δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, 6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, 7 πᾶσι τοῖς οὖσι ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
13 Oὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. 14 Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· 15 οὕτω τὸ κατ᾿ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐγγελίσασθαι. 16 οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. 17 δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. δ΄ 22-30
22 Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; 23 καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΕΘΟΔΙΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
Στίς 14 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο Μεθόδιο τὸν ὁμολογητὴ, Πατριάρχη Κωνσταντινουπόλεως. Ὁ ἅγιος Μεθόδιος ἔζησε κατὰ τοὺς χρόνους τοῦ εἰκονομάχου βασιλέα Θεοφίλου (829) καὶ ἀγωνίστηκε, τόσο μὲ τὸν προφορικὸ ὅσο καὶ μέ τὸν γραπτό του λόγο, νὰ ἀνατρέψη τὴν πλάνη τῆς αἱρέσεως τῆς εἰκονομαχίας, ποὺ ταλάνιζε τὴν αὐτοκρατορία ἐπί ἕναν αἰώνα καὶ νὰ στερεώση τὴν Ὀρθόδοξη Πίστη καὶ τὴν προσκύνηση τῶν ἁγίων εἰκόνων. Γιὰ τὸν λόγο αὐτὸ ὑπέμεινε πολλὲς τιμωρίες καὶ βασανιστήρια ἀπὸ τὸν αὐτοκράτορα. Καταδικάσθηκε σὲ ἐξορία νὰ παραμείνη στὴν νῆσο Ἀντιγόνη, κλεισμένος σὲ ἕνα τάφο μαζὶ μὲ δύο ληστὲς. Τέλος παρέδωσε τὸ πνεῦμα του στὸν Κύριο, ἀφοῦ εἶχε ἐπιστρέψει ἀπὸ τὴν ἐξορία.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Εὐσέβειας τὴν μέθοδον προβαλλόμενος, αἱρετικῶν διαλύεις τάς ἐπινοίας στερρῶς, Ὀρθοδόξων ἡ κρηπὶς Πάτερ Μεθόδιε τὴν γὰρ Εἰκόνα τοῦ Χριστοῦ, ἀνεστήλωσας τιμᾷν, ὡς θεῖος ἱεροφάντωρ· καὶ νῦν ἀΰλως δοξάζῃ, καί ἱκετεύεις ὑπέρ πάντων ἠμῶν.
Μεγαλυνάριον
Τῆς Ὀρθοδοξίας λύρα τερπνή, καί τῆς Ἐκκλησίας ὑποβάθρα θεοπαγής, ὤφθης Ἱεράρχα, Εἰκονομάχων θράσος, εἰς γῆν κατεδαφίσας Πάτερ Μεθόδιε.