ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφεσ. ε΄ 8-19
8 Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· – 9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ·- 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 14 διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιη΄ 10-20
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 11 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. 12 Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. 15 Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. 19 Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΙΑΚΩΒΟΣ
Στίς 13 Ἰουνίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ὁσίου Ἰακώβου, τοῦ ἐξ ἀπάτης τόν Ἀντίχριστον, ἤτοι τόν διάβολον, προσκύνησαντος. Ὁ ὅσιος Ἰάκωβος ἀγάπησε τόν Χριστό, ἐγκατέλειψε τά ἔγκόσμια καί ὅλα τά ὑπάρχοντά του γιά νά ἀφοσιωθεῖ στόν Κύριο. Ὑπερηφανεύθηκε ὅμως τόσο πολύ, ὥστε ἔφθασε στό σημεῖο νά ἰσχυρίζεται ὅτι μόνο ἐκεῖνος γνωρίζει τί εἶναι τό καλύτερο γιά τήν σωτηρία του. Ἀγωνίσθηκε λοιπόν μέ διαφόρους τρόπους ἀκολουθῶντας τό θέλημά του καί χωρίς νά ρωτᾶ τούς ἐμπειροτέρους Πατέρες, μέ ἀποτέλεσμα νά ἀπατηθεῖ ἀπό τούς δαίμονες. Κάποιος δαίμονας μετασχηματίσθηκε σέ ἄγγελο φωτός καί τοῦ εἶπε νά καθαρίσει τό κελλί του, νά ἀνάψει λαμπάδες καί νά θυμιάσει, διότι ἐπρόκειτο νά τόν ἐπισκεφθεῖ ὁ ἴδιος ὁ Κύριος. Ὁ ἀνόητος Ἰάκωβος ἀπατήθηκε ἐξ αἰτίας τῆς ὑπερηφανείας του καί ἀκολούθησε τίς συμβουλές τοῦ δαίμονα. Ἦρθε λοιπόν ὁ ἀντίχριστος μέ δόξα καί φαντασία, ὁ δέ δυστυχῆς Ἰάκωβος τόν προσκύνησε. Τότε ὁ διάβολος τόν χτύπησε στό μέτωπο κι ἔφυγε. Τό πρωί συντετριμμένος ὁ ἅγιος πῆγε στόν γέροντά του. Ὁ πνευματικός πρίν κάν ἀκούσει τά λόγια τοῦ Ἰακώβου, τοῦ εἶπε νά φύγει διότι κατάλαβε ὅτι τόν κορόϊδεψε ὁ διάβολος. Βλέποντας τήν μετάνοια καί τήν συντριβή τοῦ ὑποτακτικοῦ, τόν ὀνείδισε, τόν νουθέτησε καί τόν ἔστειλε πίσω στό μοναστῆρι. Ὁ ἅγιος μέ ταπείνωση ἐπέστρεψε, διακόνησε στό μαγειρεῖο ἐπί ἑπτά ἔτη, κάθισε σέ κελλί ἐργαζόμενος μέτριο ἐργόχειρο ἑπτά ἔτη ἀκόμα καί κατάφερε μέ τήν χάρη τοῦ Θεοῦ νά θαυματουργεῖ. Ἐκοιμήθη ἐν εἰρήνῃ.