Πέμπτη 9 Ιουνίου 2022

ΑΙ ΑΓΙΑΙ ΘΕΚΛΑ, ΜΑΡΙΑΜΝΗ, ΜΑΡΘΑ, ΜΑΡΙΑ ΚΑΙ ΕΝΝΑΘΑ

9 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. κε΄ 13-19

   13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον. 14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15 περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ᾿ αὐτοῦ δίκην· 16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17 συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ, 19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ις΄ 22-33

22 Καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾿ ὑμῶν. 23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. 24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. 25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἀλλ᾿ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ πατρὸς ἀναγγελῶ ὑμῖν. 26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον. 28 ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. 29 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες. 31 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· ἄρτι πιστεύετε· 32 ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾿ ἐμοῦ ἐστι. 33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΙ ΑΓΙΑΙ ΘΕΚΛΑ, ΜΑΡΙΑΜΝΗ, ΜΑΡΘΑ, ΜΑΡΙΑ ΚΑΙ ΕΝΝΑΘΑ

Στίς 9 ‘Ιουνίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἁγίων πέντε κανονικῶν παρθένων, τῶν ὑπό τοὺ πρεσβυτέρων αὐτῶν ἀποτμηθεισῶν, Θέκλας, Μαριάμνης, Μάρθας, Μαρίας καί Ἐνναθᾶ. Ἔζησαν κατά τούς χρόνους Σαβωρίου τοῦ βασιλέα τῶν Περσῶν (330). Ζοῦσε τότε καί κάποιος ἱερέας, ὀνόματι Παῦλος, πολύ πλούσιος, ἀπό τά χρήματα πού τοῦ ἔδιναν. Μαζί του ζοῦσαν πέντε παρθένες μοναχές, πολύ ἐνάρετες. Ὁ ἀρχιμάγος τῶν Περσῶν ἔμαθε γιά τόν πλοῦτο τοῦ ἱερέως καί προσπάθησε νά τόν ὁδηγήσει στό μαρτύριο, μέ σκοπό νά οικειοποιηθεῖ τά πλούτη του. Ὁ Παῦλος νικημένος ἀπό τήν φιλαργυρία δέχθηκε νά προσκυνήσει τόν ἥλιο καί νά φάει αἷμα ἀπό τίς θυσίες, προσπάθησε δέ νά πείσει καί τίς μοναχές νά κάνουν τό ἴδιο. Οἱ ἁγίες ὅμως ἀρνήθηκαν καί ἔλεγξαν τόν ἄθλιο ἱερέα γιά τήν πτώση του. Ὁ ἀρχιμάγος τότε διέταξε νά δείρουν τίς παρθένες καί εἶπε στόν Παῦλο νά τίς ἀποκεφαλίσει μέ τά ἴδια του τά χέρια, ἀλλιῶς θά τοῦ ἔπαιρνε τά πλούτη. Ὁ τρισάλθιος, τυφλωμένος ἀπό τόν ἔρωτα τῶν χρημάτων, δέχθηκε, οἱ δέ ἁγίες ἔφριξαν καί τόν προειδοποίησαν γιά τίς συνέπειες τῶν πράξεών του. Ματαίως ὅμως· δέν κατάφεραν νά τοῦ ἀλλάξουν γνώμη. Οἱ Ἁγίες ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου, εὐφραινόμενες αἰωνίως κοντά στόν Κύριο ἡμῶν Ἰησοῦ Χριστό, ὁ δέ φιλάργυρος πνίγηκε μέ δόλιο τρόπο ἀπό τόν ἀρχιμάγο κι ἔχασε τόσο τήν πρόσκαιρο ὅσο καί τήν αἰώνιο ζωή.