Παρασκευή 3 Ιουνίου 2022

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΛΟΥΚΙΛΛΙΑΝΟΣ ΚΑΙ ΤΑ ΣΥΝ ΑΥΤῼ ΝΗΠΙΑ ΚΛΑΥΔΙΟΣ, ΥΠΑΤΙΟΣ, ΔΙΟΝΥΣΙΟΣ, ΠΑΥΛΟΣ ΚΑΙ ΠΑΥΛΗ Η ΠΑΡΘΕΝΟΣ

 3 Ἰουνίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιθ΄ 1-8

   1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας 2 εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν. 3 εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν βαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ Ἰωάννου βάπτισμα. 4 εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν. 5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. 8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ιδ΄ 1-11

  1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· 3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. 4 καὶ ὅπου ἐγώ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. 5 Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; 6 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾿ ἐμοῦ. 7 εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ᾿ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. 8 Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. 9 λέγει αὐτῷ ὁ Ἰησοῦς· τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΛΟΥΚΙΛΛΙΑΝΟΣ ΚΑΙ ΤΑ ΣΥΝ ΑΥΤῼ ΝΗΠΙΑ ΚΛΑΥΔΙΟΣ, ΥΠΑΤΙΟΣ, ΔΙΟΝΥΣΙΟΣ, ΠΑΥΛΟΣ ΚΑΙ ΠΑΥΛΗ Η ΠΑΡΘΕΝΟΣ

      Στίς 3 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Λουκιλλιανοῦ καί τῶν σύν αὐτῷ τεσσάρων νηπίων, Κλαυδίου, Ὑπατίου, Διονυσίου, Παύλου καί Παύλης τῆς παρθένου καί μάρτυρος. Ὁ ἅγιος Λουκιλλιανός ἦταν ἱερέας τῶν εἰδώλων καί ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Αὐρηλιανοῦ. Ἦταν μεγάλος στήν ἡλικία καί κατοικοῦσε κοντά στήν πόλη τῆς Νικομήδειας. Ὅταν ἔγινε χριστιανός ὁδηγήθηκε στόν ἄρχοντα Σιλβανό καί ἐπειδή δέν ἀρνήθηκε τήν πίστη του στόν Χριστό βασανίσθηκε, κρεμάσθηκε καί τέλος φυλακίσθηκε. Ἐκεῖ βρίσκονταν φυλακισμένα καί τέσσερα νήπια, ἐπειδή ὅμως ἔμεναν ὅλοι ἑδραῖοι στήν πίστη τούς ἔβαλαν σέ ἕνα πυρακτωμένο καμίνι, θείᾳ χάριτι ὅμως ἔβρεξε καί οἱ μάρτυρες τοῦ Χριστοῦ βγῆκαν ἀπό τό καμίνι σῶοι. Γιά τόν λόγο αὐτό ὁ ἄρχοντας τούς ἔστειλε στό Βυζάντιο, γιά νά θανατωθοῦν. Ἐκεῖ τά μέν νήπια ἀποκεφαλίσθησαν, ὁ δέ ἅγιος Λουκιλλιανός παρέδωσε τό πνεῦμα του στόν Κύριο μέ ὀδυνηρό θάνατο. Ἡ ἁγία Παυλίνα ἡ παρθένος ἀκολουθοῦσε τόν ἅγιο Λουκιλλιανό πηγαίνοντας γιά τό Βυζάντιο καί ἐπιμελεῖτο τίς πληγές του. Ὅταν ἐμαρτύρησαν οἱ ἅγιοι, ἀφοῦ συνέλεξε τά λείψανά τους τά ἐνταφίασε. Γιά τήν πράξη της αὐτή καί ἐπειδή δέν πείσθηκε νά θυσιάση στά εἴδωλα δάρθηκε τόσο πολύ πού διαλύθηκαν οἱ σάρκες της· ἄγγελος Κυρίου ὅμως τήν ἔκανε ὑγιῆ. Ὅταν ὁδηγήθηκε καί πάλι στόν ἄρχοντα καί τόν ἔλεγξε, τήν κτύπησαν στό στόμα καί τήν φυλάκισαν. Κατόπιν τήν ἔβαλαν σέ ἀναμμένη κάμινο, ὅμως ἔμεινε ἀβλαβής μετά ἀπό θεία παρέμβαση. Ἔτσι τήν ὁδήγησαν στό Βυζάντιο, ὅπου τήν ἀποκεφάλισαν στόν τόπο πού εἶχαν θανατωθῆ ὁ μάρτυς Λουκιλλιανός μέ τά νήπια καί ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον

(Ἦχος α΄. Χορός Ἀγγελικός)

Ὡς ἄστρον φαεινόν, ἐκ νυκτὸς τῆς ἀπάτης, ὦ Λουκιλλιανέ, εὐσεβῶς ἀναλάμψας, νομίμως ἠγώνισαι, καὶ τὸν δόλιον ἔκτεινας· ὅθεν πρέσβευε, σὺν τῇ θεόφρονι Παύλῃ καὶ τοῖς τέσσαρσι Παισί, Χριστῷ, Ἀθλοφόρε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μεγαλυνάριον

Σπόρον γεωργήσας τόν λογικόν, Μαρτύρων ἐδρέψω, δι’ ἀθλήσεως τόν καρπόν, δι’ οὗ τούς τιμῶντας, ὦ Λουκιλλιανέ σε, ἐκτρέφεις ἀπορρήτως ἐν θείῳ Πνεύματι.