ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ιη΄ 22-28
22 Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν, 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. 24 Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· 26 οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ. 27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ιβ΄ 36-47
36 Ἔως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν. 37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· 40 τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς. 41 ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. 44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ᾿ εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾿ ἵνα σώσω τὸν κόσμον.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΣΠΕΣΙΟΣ
Τήν 1η Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Θεσπεσίου. Ὁ ἅγιος Θεσπέσιος ἔζησε στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Σεβήρου καί καταγόταν ἀπό τήν Καππαδοκία τῆς Μικρᾶς Ἀσίας. Λόγῳ τῆς πίστης του καί τοῦ πύρινου ζήλου του πρός τόν Κύριο συνελήφθηκε ἀπό τόν εἰδωλολάτρη ἄρχοντα τῆς Καππαδοκίας Συμπλίκιο καί ὁδηγήθηκε στόν ναό τῶν εἰδώλων, γιά νά θυσιάση σέ αὐτά. Ἐπειδή ὅμως ἀρνήθηκε, τόν κρέμασαν καί τοῦ ξέσκισαν τίς σάρκες· ἔπειτα τόν ἔβαλαν μέσα σέ ἕνα πυρωμένο φοῦρνο, ὅμως ἡ χάρις τοῦ Θεοῦ τόν προφύλαξε. Κατόπιν τόν ἔφεραν μπροστά στόν βωμό τῶν εἰδώλων καί τόν διέταξαν νά θυσιάση, ὁ ἅγιος ὅμως προσευχήθηκε στόν ἀληθινό Θεό καί γκρέμισε τό θυσιαστήριο. Γιά αὐτό ὁ ἄρχοντας διέταξε νά τόν βάλουν μέσα σέ ἕνα πυρακτωμένο τηγάνι, τό ὁποῖο ἦταν γεμάτο μέ κοχλάζον λάδι καί πίσσα· ὅμως ἡ χάρις τοῦ Θεοῦ καί πάλι τόν διαφύλαξε ἀκέραιο καί ἀβλαβῆ, χωρίς νά καῆ καθόλου. Μεγάλο μέρος τῶν ἐθνικῶν, βλέποντας τά μεγαλεῖα τοῦ ἀληθινοῦ Θεοῦ, ὁδηγήθηκε στήν πίστη. Τέλος, οἱ εἰδωλολάτρες τόν πῆγαν ἐκτός τῆς πόλεως, τόν ἀποκεφάλισαν καί ἔτσι ὁ ἀοίδιμος Θεσπέσιος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκε τῆς οὐρανίου μακαριότητος.