ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ιβ΄ 12-17
12 Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. 13 κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη, 14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15 οἱ δὲ πρὸς αὐτὴν εἶπον· μαίνῃ. ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· ὁ ἄγγελος αὐτοῦ ἐστιν. 16 ὁ δὲ Πέτρος ἐπέμενε κρούων. ἀνοίξαντες δὲ εἶδον αὐτὸν καὶ ἐξέστησαν. 17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος ἐξήγαγεν αὐτὸν ἐκ τῆς φυλακῆς, εἶπε δέ· ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. η΄ 42-52
42 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλε. 43 διατί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ δὲ ἀλήθειαν λέγω, διατί ὑμεῖς οὐ πιστεύετέ μοι; 47 ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ. 48 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 49 ἀπεκρίθη Ἰησοῦς· ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα;
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΜΙΧΑΗΛ Ο ΟΜΟΛΟΓΗΤΗΣ
Στίς 23 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Μιχαήλ τοῦ ὁμολογητοῦ, ἐπισκόπου Συννάδων. Ὁ ὅσιος πατήρ ἡμῶν Μιχαήλ ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορος Λέοντος τοῦ Ἀρμενίου (813 – 820). Ἀφιερώθηκε ἀπό μικρή ἡλικία στόν Θεό καί καθάρισε τόν ἑαυτό του ἀπό κάθε ἁμαρτία καί ἔτσι ἀπέκτησε ὅλες τίς ἀρετές σέ τέλειο βαθμό, μάλιστα ἔγινε ἱερεύς καί ἀργότερα ἀρχιερεύς. Ἀγωνίστηκε κατά τῆς αἱρέσεως τῶν εἰκονομάχων κηρύττοντας μέ παρρησία τήν προσκύνηση τῆς θείας εἰκόνος τοῦ Χριστοῦ. Γιά τόν λόγο αὐτό ὁ αἱρετικός αὐτοκράτορας, ἐπειδή δέν ὑπέφερε τό θεῖο κήρυγμα τοῦ ὁσίου Μιχαήλ, ὁ ὁποῖος τόν ἔλεγχε μέ θάρρος καί ἀνδρεία ὁμολογώντας ὅτι «Τήν ἄχραντον εἰκόνα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ εὐσεβῶς σέβομαι καί προσκυνῶ καί τῆς θείας αὐτοῦ μητρός, τό δέ δόγμα σου πτύω καί ὡς οὐδέν λογίζομαι» τόν κατεδίκασε σέ ἐξορία, ὅπου παρά τίς ταλαιπωρίες καί τίς κακουχίες πού ὑπέστη, κράτησε ἀμόλυντο τόν ἑαυτό του ἀπό κάθε ἁμαρτία. Διωκόμενος ἀπό τόπο σέ τόπο καί ὑπομείνας πολλές θλίψεις παρέδωσε τό πνεῦμα του στόν Κύριο κοσμούμενος μέ τόν στέφανο τοῦ μαρτυρίου.
Ἀπολυτίκιον (Ἦχος δ΄. Ταχύ προκατάλαβε)
Θεῷ ἀναθεμένος, τὴν σὴν ζωὴν ἐκ παιδός, ποιμὴν ἀνηγόρευσαι, καὶ Ἱεράρχης σεπτός, Χριστοῦ ἱερώτατε· ὅθεν τὴν τοῦ Δεσπότου, ὡς τιμήσας Εἰκόνα, θλίψεις ἐν ἐξορίαις, Μιχαὴλ καθυπέστης· καὶ νῦν ἀναπηγάζεις ἡμῖν, ῥεῖθρα ἰάσεων.
Μεγαλυνάριον
Κλῆσιν ἀγγελώνυμον ἐσχηκώς, ἰσάγγελος ὤφθης, ἐν τῷ κόσμῳ μετὰ σαρκός, ὡς ἱερομύστης, καὶ στῦλος Ἐκκλησίας· ἔνθεν ὦ Μιχαήλ σε, Χριστὸς ἐδόξασε.