ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ιδ΄ 6-18
6 Συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, 7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι. 8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει. 9 οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, 10 εἶπε μεγάλῃ τῇ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. 11 οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· 12 ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.
14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες 15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν 17 καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. 18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ζ΄ 14-30
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε. 15 καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; 16 ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με· 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ. 18 ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 20 ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο. 22 Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ! 24 μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. 25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾿ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΙ ΑΓΙΑΙ ΕΠΤΑ ΠΑΡΘΕΝΟΙ
Στίς 18 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων ἑπτά παρθένων τῶν ἐν Ἀγκύρᾳ, Τεκούσης, Ἀλεξανδρείας, Κλαυδίας, Φαεινῆς, Εὐφρασίας, Ματρώνης, Ἰουλίας, Θεοδότης καί Θεοδότου μάρτυρος. Οἱ ἁγίες ἑπτά παρθένες κατάγονταν ἀπό τήν Ἄγκυρα τῆς Γαλατίας. Ὁ δέ ἅγιος Θεόδοτος ἦταν εὐσεβής χριστιανός καί εἶχε ὡς διακόνημα νά ζυμώνη ψωμιά, μέρος τῶν ὁποίων προσέφερε ὡς εὐλογία στόν Θεό καί τά ἄλλα στούς χριστιανούς τῆς Ἄγκυρας, ἐπειδή ὁ τοπικός εἰδωλολάτρης ἄρχοντας, ὁ Θεότεκνος, εἶχε ἐπιβάλει τά φαγητά τῶν χριστιανῶν νά εἶναι ραντισμένα καί μολυσμένα ἀπό τίς θυσίες τῶν εἰδωλολατρῶν. Ἐπίσης, ἐπισκεπτόταν τούς φυλακισμένους χριστιανούς, τούς ὁποίους στερέωνε στήν πίστη καί τούς προσέφερε φαγητό. Κάποτε, ἐρχόμενος στήν φυλακή, γιά νά διακονήση τούς χριστιανούς, βρῆκε τίς ἑπτά παρθένους, ἐκ τῶν ὁποίων ἡ Τεκούσα ἦταν κατά σάρκα θεία του. Αὐτές, ἐπειδή δέν ἤθελαν νά θυσιάσουν στά εἴδωλα, δόθηκαν στούς στρατιῶτες γιά νά ἀτιμασθοῦν, ὅμως ἡ χάρις τοῦ Θεοῦ τίς προστάτεψε ἀπό τόν πειρασμό· γι’ αὐτό ὁ Θεότεκνος διέταξε νά τίς ρίξουν στήν παρακείμενη λίμνη καί ἔτσι οἱ μακάριες ἀξιώθηκαν νά λάβουν τόν στέφανο τοῦ μαρτυρίου. Τά ἅγια λείψανά τους τά συνέλεξαν ὁ ἅγιος Θεόδοτος μέ ἄλλους χριστιανούς καί τά ἐνταφίασαν μέ τιμές. Γιά τήν πράξη του αὐτή οἱ εἰδωλολάτρες τόν κατηγόρησαν στόν ἄρχοντα, ὅμως ὁ Θεόδοτος παρουσιάσθηκε ἀπό μόνος του καί ἀφοῦ ὁμολόγησε μέ παρρησία τήν πίστη του στόν Χριστό, τόν ὑπέβαλαν σέ φρικτά βασανιστήρια, τοῦ ξέσκισαν τίς σάρκες καί ἔρριξαν ξύδι καί ἁλάτι στίς πληγές του. Τέλος τόν ἀποκεφάλισαν καί ἔτσι ὁ ἀοίδιμος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκε τῆς οὐρανίας βασιλείας.