Πέμπτη 5 Μαΐου 2022

ΟΣΙΟΜΑΡΤΥΣ ΕΦΡΑΙΜ Ο ΝΕΟΦΑΝΗΣ

 5 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. δ΄ 23-31

   23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. 24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον· Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 25 ὁ διὰ στόματος Δαυΐδ παιδός σου εἰπών· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 27 συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. 29 καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου 30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παῤῥησίας.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ε΄ 24-30

   24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται· 26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. 28 μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 30 οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΟΜΑΡΤΥΣ ΕΦΡΑΙΜ Ο ΝΕΟΦΑΝΗΣ

   Στίς 5 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίομάρτυρος Ἐφραίμ τοῦ νεοφανοῦς. Γεννήθηκε στίς 14 Σεπτεμβρίου 1384 καί σέ μικρή ἠλικία ὀρφάνεψε ἀπό πατέρα. Ὅταν ἔγινε 14 ἐτῶν πῆγε στήν Ἱερά Μονή Εὐαγγελισμοῦ τῆς Θεοτόκου στό ὄρος Ἀμώμων τῆς Ἀττικῆς στή σημερινή Νέα Μάκρη. Ἡ Μονή ἄκμαζε ἐκείνη τήν περίοδο καί βοήθησε τόν ἅγιο νά καλλιεργήσει καί νά αὐξήσει τόν θεῖο ζῆλο πού τόν διακατεῖχε. Μιμήθηκε τήν ἀγγελική πολιτεία τῶν μεγάλων ἀσκητῶν τῆς ἐρήμου, καθάρισε τήν ψυχή του ἀπό τά ψυχοφθόρα πάθη καί ἀξιώθηκε νά λάβει τό μέγα ἀξίωμα τῆς Ἱερωσύνης. Στίς 14 Σεπτεμβρίου 1425 ἐπέστρεφε στήν μονή ἀπό τό ἀσκητήριό του, τήν βρῆκε ὅμως κατεστραμμένη ἀπό τούς Τούρκους, τούς δέ πατέρες σφαγιασμένους. Κατόπιν συνελαβαν καί τόν ἴδιο καί ξεκίνησε τό μαρτύριό του. Τόν βασάνιζαν ἐπί ὀχτώ μῆνες καί παρέδωσε τήν ἁγία του ψυχή στίς 5 Μαΐου 1426 σε ἠλικία 42 ἐτῶν. Ὁ βίος του φανερώθηκε μετά ἀπό πεντακόσια χρόνια καί τό ἅγιο του λείψανο βρέθηκε στίς 3 Ἰανουαρίου 1950, νά εὐωδιάζει καί νά ἐπιτελεῖ πλῆθος θαυμάτων.

 

Ἀπολυτίκιον

(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.)


   Ἐν ὄρει τῶν Ἀμώμων ὥσπερ ἥλιος ἔλαμψας, καί μαρτυρικῶς, θεοφόρε, πρός Θεόν ἐξεδήμησας, βαρβάρων ὑποστάς ἐπιδρομάς, Ἐφραίμ Μεγαλομάρτυς τοῦ Χριστοῦ· διά τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς εὐλαβῶς βοῶσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ, πᾶσιν ἰάματα.

Μεγαλυνάριον

   Βίῳ διαλάμπων ἀσκητικῷ, ἐν ὄρει Ἀμώμων, ἠγωνίσω μαρτυρικῶς, καί θαυμάτων χάριν, θέοθεν ἐκομίσω, Ἐφραίμ Ὁσιομάρτυς, Ἀγγέλων σύσκηνε.