Δευτέρα 9 Μαΐου 2022

Ο ΑΓΙΟΣ ΧΡΙΣΤΟΦΟΡΟΣ

9 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ς΄ 8 – ζ΄ 5, 47-60

   8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ,10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον,13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

   ζ΄ 1 Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν, 3 καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἥν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαῤῥάν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.

   47 Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. 48 ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· 49 ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; 50 οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; 51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. 54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν. 55 ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, 56 καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. 57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, 59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. 60 θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. δ΄ 46-54

   46 Ἦλθεν οὖν πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ· 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱὸν· ἤμελλε γὰρ ἀποθνήσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.50 λέ γει αὐτῷ ὁ Ἰησοῦς· πορεύου· ὁ υἱός σου ζῇ. καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ. 52 ἐπύθετο οὖν παρ᾿ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΧΡΙΣΤΟΦΟΡΟΣ

    Στίς 9 Μαΐου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου μεγαλομάρτυρος Χριστοφόρου. Ἔζησε κατά τούς χρόνους τοῦ βασιλιᾶ Δεκίου (250), καταγόταν ἀπό χώρα ὅπου ἔτρωγαν ἀνθρώπους καί εἶχε πολύ ἄσχημη καί ἄγρια ὅψη. Συνελήφθη ἀπό ἕναν κόμητα κι ἐπειδή δέν μποροῦσε νά μιλήση, προσευχήθηκε καί ἄγγελος Κυρίου τόν ἐπισκέφθηκε, ἔπιασε τά χείλη του καί πλέον μιλοῦσε ἐλεύθερα. Κατόπιν πῆγε στήν πόλη καί ἤλεγχε τούς εἰδωλολάτρες, πού δίωκαν τούς Χριστιανούς. Ὁ ἄρχοντας διέταξε νά τόν δείρουν. Ὁ ἄγιος δέχθηκε θεληματικά καί ἀπό ταπείνωση τήν τιμωρία, παρόλο πού ἦταν πολύ δυνατός καί γενναῖος. Φοβούμενος ὁ ἄρχοντας τήν δύναμη καί τήν ὅψη του, ἔστειλε διακόσιους στρατιῶτες νά τόν συλλάβουν. Ὁ ἅγιος Χριστοφόρος καί πάλι δέν ἀντιστάθηκε. Καθ’ ὁδόν τελείωσε τό ψωμί τῶν στρατιωτῶν, ἀλλά μέ τήν προσευχή του, πληθύνθηκαν οἱ ἄρτοι, οἱ δέ στρατιῶτες πίστευσαν στόν Χριστό καί ὅταν ἔφθασαν στήν Ἀντιόχεια βαπτίσθηκαν ὅλοι μαζί μέ τόν ἅγιο ἀπό τόν Ἱερομάρτυρα Βαβύλα. Στό δικαστήριο ὁ ἄρχοντας ἔπεσε καταγῆς ἀπό τόν φόβο πού τοῦ προκάλεσε ἡ ὅψη τοῦ μάρτυρος. Γιά νά τόν πείσει νά ἀπαρνηθεῖ τήν πίστη του, κάλεσε δύο πόρνες γυναῖκες, οἱ ὁποῖες μεταχειρίσθηκαν ὅλα τους τά τεχνάσματα γιά νά τόν δελεάσουν. Τό ἀποτέλεσμα ὅμως ἦταν ἐντελῶς ἀντίθετο: οἱ δύο γυναῖκες μετενόησαν, κατηχήθηκαν ἀπό τόν ἅγιο καί μάλιστα μαρτύρησαν γιά τήν πίστη τους, ὅπως καί οἱ διακόσιοι στρατιῶτες πού συνέλαβαν τόν ἅγιο. Κατόπιν ξεκίνησαν τά φοβερά βασανιστήρια τοῦ ἁγίου Χριστοφόρου, τά ὁποία ὑπέμεινε μέ μεγάλη ἄνεση, διηγούμενος ταυτοχρόνως διάφορα παράδοξα πού ἔβλεπε. Πολλοί πίστεψαν στόν Χριστό κι ἐλευθέρωσαν τόν ἅγιο ἀπό τίς τιμωρίες, ἀλλά σκοτώθηκαν ὅλοι μέ διαταγή τοῦ ἄρχοντα. Ὁ ἀσεβής τύραννος ἔμεινε ἀμετανόητος καί πρόσταξε νά ἀποκεφαλίσουν τόν ἅγιο, ὁ ὁποῖος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.

 

Ἀπολυτίκιον

Ἦχος δ’. Ταχύ προκατάλαβε.


   Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῆ τρισαγίῳ, καὶ φρικτῇ μελωδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῶζε τοὺς δούλους σου.

 

Μεγαλυνάριον

   Μάρτυς ἀκατάπληκτος καὶ στερρός, πέλων τῇ ἰδέᾳ, Χριστοφόρε καὶ τῷ νοΐ, τῶν ἀντικειμένων, κατέπληξας τὰ στίφη, ἀθλήσας ὑπὲρ φύσιν πόθῳ τοῦ Κτίστου σου.