ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. δ΄ 13-22
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν 14 τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15 κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους 16 λέγοντες· τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾿ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερὸν καὶ οὐ δυνάμεθα ἀρνήσασθαι· 17 ἀλλ᾿ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19 ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον· εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ κρίνατε. 20 οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. 21 οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι· 22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾿ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ε΄ 17-24
17 Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. 19 ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΑ ΜΑΡΤΥΣ ΠΕΛΑΓΙΑ
Τήν 4η Μαΐου ἑορτάζουμε τήν μνήμη τῆς ἁγίας Πελαγίας. Ἡ ἁγία μάρτυς Πελαγία ἔζησε κατὰ τοὺς χρόνους τοῦ Διοκλητιανοῦ καὶ καταγόταν ἀπὸ τὴν Ταρσὸ τῆς Κιλικίας, κατοικοῦσε στὴ Ρώμη καὶ οἱ γονεῖς της ἦσαν πλούσιοι καὶ εἰδωλολάτρες. Τὴν περίοδο ἐκείνη ἐπίσκοπος στὴ Ρώμη ἦταν ὁ Λίνος, ὁ ὁποῖος ἐχρημάτησε καὶ πρῶτος ἐπίσκοπος τῆς Ρώμης. Τόν Λίνο βλέπει στὸ ὄνειρό της νὰ τὴν παρακαλῆ νὰ τὴν βαπτίση. Ἡ ἁγία ὅταν ξύπνησε κατάλαβε τὴν σημασία, ποὺ εἶχε τὸ ὄνειρο, γι᾽ αὐτὸ ζήτησε ἀπὸ τὴν μητέρα της τὴν ἄδεια νὰ ἐπισκεφθῆ τὴν παραμάνα της μὲ σκοπὸ νὰ πάη στὸν ἐπίσκοπο Λίνο, γιὰ νὰ βαπτισθῆ. Πράγμα τὸ ὁποῖο καὶ πραγματοποιήθηκε. Κατόπιν ἡ ἁγία προσέφερε στὸν ἐπίσκοπο τὴν πολύτιμη ἐνδυμασία της, γιὰ νὰ δοθῆ στοὺς πτωχοὺς ἐνῶ αὐτὴ φόρεσε ἕνα ταπεινὸ φόρεμα μὲ τὸ ὁποῖο παρουσιάσθηκε στὴν παραμάνα της. Αὐτὴ ὅμως βλέποντάς την τὴν ἀπεδείωξε. Ὅταν παρουσιάστηκε στὴν μητέρα της μὲ αὐτὴν τὴν ταπεινὴ ἐνδυμασία τῆς προξένησε μεγάλη λύπη καὶ τὴν παρακινοῦσε νὰ ἀρνηθῆ τὸν Κύριο καὶ νὰ ἐκδυθῆ τὰ ταπεινὰ φορέματα. Ἐπ ειδὴ δὲν ἐμπόρεσε νὰ τὴν πείση τὸ φανέρωσε στὸν υἱὸ τοῦ Διοκλητιανοῦ, ὁ ὁποῖος τὴν εἶχε ἀρραβωνιασθῆ. Ἐκεῖνος, ἐπειδὴ λυπήθηκε ὑπερβολικὰ, αὐτοκτόνησε.Ὅταν ὁ Διοκλητιανὸς τὸ ἔμαθε, ὀργίσθηκε, συνέλαβε τὴν ἁγία Πελαγία καὶ τὴν ἔβαλε μέσα σὲ ἕνα πυρακτωμένο χάλκινο βόδι. Μὲ αὐτὸ τὸν τρόπο ἡ ἁγία Πελαγία ἔλαβε τὸν ἀμάραντο στέφανο τοῦ μαρτυρίου.
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τὴ ἐπιγνώσει, ζόφον ἔλιπες, τῆς ἀγνωσίας, Πελαγία Χριστοῦ, καλλιπάρθενε. Οὐ τὴν ἀείζωον δρόσον πλουτήσασα, διὰ πυρὸς τὸν ἀγῶνα ἐτέλεσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Πλήρης θυμηδίας πνευματικῆς, τῷ πυρακτωθέντι, χαλκουργήματι ἐμμανῶς, εἰσελθοῦσα Μάρτυς, πρός ὕδωρ ἀφθαρσίας, θεόφρον Πελαγία χαίρουσα ἔδραμες.