Κυριακή 20 Μαρτίου 2022

ΟΙ ΟΣΙΟΙ ΑΒΒΑΔΕΣ ΟΙ ΕΝ Τῌ ΜΟΝῌ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΒΑ ΑΝΑΙΡΕΘΕΝΤΕΣ

 20 Μαρτίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. α΄ 10 – β΄ 3

10 Καὶ σὺ κατ᾿ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

1 Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραῤῥυῶμεν. 2 εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, 3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. β΄ 1-12

1 Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι᾿ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. 2 καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ᾿ ᾧ ὁ παραλυτικὸς κατέκειτο. 5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7 τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; 8 καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας – λέγει τῷ παραλυτικῷ. 11 σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΟΣΙΟΙ ΑΒΒΑΔΕΣ ΟΙ ΕΝ Τῌ ΜΟΝῌ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΒΑ ΑΝΑΙΡΕΘΕΝΤΕΣ

   Στίς 20 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν Ὁσίων Ἀββάδων, ποὺ μαρτύρησαν στὴν Ἱερὰ Μονὴ Ἁγίου Σάββα κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορος Ἡρακλείου. Ἡ Ἱερὰ Μονὴ τοῦ Ἁγίου Σάββα, ποὺ βρίσκεται στὰ Ἱεροσόλυμα, δέχτηκε ἐπιδρομὴ ἀπὸ Ἄραβες, οἱ ὁποῖοι πίστευαν ὅτι ἐκεῖ θὰ ἔβρισκαν πολλοὺς θησαυρούς.

   Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ σχετικά: «Ἡ ἐλπίς των αὕτη ἀπέτυχεν. Οἱ μοναχοὶ ἕνα καὶ μόνον πλοῦτον εἶχον, τὸν τῆς εὐσεβείας, τὴν δὲ συντήρησίν των ἀπελάμβαναν ἐν λιτότητι καὶ ὀλιγαρκείᾳ μὲ τὸν ἱδρῶτα τοῦ προσώπου των. Ἡ τελεία αὕτη ἔλλειψις λαφύρων ἤναψε τὴν κατὰ τῶν μοναχῶν μανίαν τῶν ἐπιδρομέων. Συναθροίσαντες λοιπὸν αὐτούς, τοὺς προσεκάλεσαν νὰ ἀρνηθῶσι τὴν πίστιν τοῦ Χριστοῦ. Καὶ ἐπειδὴ κανεὶς δὲν ἐδέχθη τὴν πρότασιν, ἀπεφάσισαν νὰ τοὺς φονεύσουν. Καὶ τούτους μὲν ἐξ αὐτῶν ἀπεκεφάλισαν· ἐκείνους ἔσχισαν εἰς τὸ μέσον· ἄλλους κατέκοψαν εἰς τεμάχια· καὶ ἄλλους διεπέρασαν μὲ τὰ ξίφη των».

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

   Ὡς τοῦ Σωτῆρος ἁγιόλεκτοι ἄρνες, ἐξωρμημένοι ἐκ χωρῶν διαφόρων, τῇ Ποίμνῃ συνεδράμετε Σάββα τοῦ σοφοῦ· ὅθεν θανατούμενοι, ἀπηνείᾳ βαρβάρων, χαίροντες ἀνήλθετε, πρὸς οὐράνιον μάνδραν, καθάπερ Ὅσιοι καὶ Ἀθληταί, ἐκδυσωποῦντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μεγαλυνάριον

   Αἵμασιν οἰκείοις μαρτυρικῶς, τούς ὑμῶν χιτῶνας, πορφυρώσαντες ἱερῶς, πρός ὑπερκοσμίους ἀνήλθετε ἐπαύλεις, φαιδρῶς κακοσμημένοι Πατέρες Ὅσιοι.