Δευτέρα 7 Μαρτίου 2022

ΑΓΙΟΣ ΕΦΡΑΙΜ ΕΠΙΣΚΟΠΟΣ ΑΝΤΙΟΧΕΙΑΣ

 7 Μαρτίου

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

(Μεγάλου Ἀποδείπνου)

Λκ. κα΄ 8-36

   8 δὲ εἶπε· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. 9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος.10 τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται. 12 πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. 

14 θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· 19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. 20 ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. 23 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ τότε ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν. 25 Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. 29 Καὶ εἶπε παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. 31 οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. 34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιοτικαῖς, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· 35 ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΕΦΡΑΙΜ ΕΠΙΣΚΟΠΟΣ ΑΝΤΙΟΧΕΙΑΣ

   Στίς 7 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ Ἁγίου Ἐφραίμ Πατριάρχη Ἀντιοχείας. Ὁ Ἅγιος Ἐφραίμ ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Ἰουστίνου. Τό 527 χειροτονήθηκε μετά ἀπό ὑπόδειξη τοῦ αὐτοκράτορα ἀπό τόν λαό τῆς Ἀντιόχειας Ἐπίσκοπός της καθώς εἶχε σταλεῖ στήν Ἀντιόχεια πρός ἀνακαίνισή της, ἐξ αἰτίας καταστροφικῶν σεισμῶν. Ἦταν σφοδρός πολέμιος τῶν μονοφυσιτῶν καί μάλιστα τό ἀκόλουθο περιστατικό εἶναι ἐνδεικτικό τῶν ἀγώνων του γιά τήν πάταξη τῆς αἵρεσης τῶν μονοφυσιτισμοῦ. Ὅταν ἄ κουσε ὅτι στήν Ἱεράπολη ὑπῆρ χε κάποιος στυλίτης ἀκόλουθος τοῦ μονοφυσίτου Σεβήρου, κινούμενος ἀπό θεῖο ζῆλο ἐπῆγε πρός αὐτόν καί τόν ἐδίδασκε τήν ὀρθόδοξο πίστη. Ὁ στυλίτης ὅμως ἔμενε σταθερός στήν κακοπιστία του καί μάλιστα παρακινοῦσε τόν Ἅγιο Ἐφραίμ νά μποῦν σέ πυρά καί ὅποιος δέν θά καιγόταν ἐκεῖνος θά ἦταν ὀρθόδοξος. Γιά τόν λόγο αὐτό ὁ Πατριάρχης Ἐφραίμ, μετά ἀπό θεία ὑπόδειξη ἐκδύθηκε τό ἐπανωφόριό του καί ἀφοῦ προσευχήθηκε ἔριξε καί αὐτό καί τόν ἑαυτό του μέσα στήν φωτιά. Ὁ Θεός ὅμως ἐπέτρεψε ὄχι μόνο ὁ ἅγιος Ἐφραίμ να παραμείνη ἀβλαβής ἀλλά καί τό ἐπανωφόριό του νά μείνη ἀκέραιο. Βλέποντας ὁ στυλίτης τό θαῦ μα ἀναθεμάτισε τήν αἵρεση τοῦ μονοφυσιτισμοῦ καί ἔγινε ὀρθόδοξος. Ὁ Ἅγιος Ἐφραίμ, ἀφοῦ ἐποίμανε μέ φόβο Κυρίου τό ποίμνιό του δεκαοκτώ χρόνια ἐξεδήμησε πρός τόν Κύριο.