Παρασκευή 18 Φεβρουαρίου 2022

Ο ΑΓΙΟΣ ΛΕΩΝ ΠΑΠΑΣ ΡΩΜΗΣ

 18 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ ωάν. β΄ 7-17

7 Ἀδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾿ ἐντολὴν παλαιάν, ἣν εἴχετε ἀπ᾿ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε ἀπ᾿ ἀρχῆς. 8 πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. 9 ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10 ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν· 11 ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. 12 Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. 13 γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾿ ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα. 14 ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾿ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν. 15 μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· 16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλ᾿ ἐκ τοῦ κόσμου ἐστί. 17 καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ιδ΄ 3-9

3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. 4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 6 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. 7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8 ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. 9 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΛΕΩΝ ΠΑΠΑΣ ΡΩΜΗΣ

     Στίς 18 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ἁγίου Λέοντος, Πάπα Ρώμης, ὁ ὁποῖος ἔζησε τόν 5ο αἰῶνα, «ἐπί βασιλέων Μαρκιανοῦ και Πουλχερίας καί ὑπῆρξεν εἷς ἀπό τούς μεγάλους προμάχους και ὑποστηρικτάς τῆς Ὀρθοδόξου ἀληθείας». «Κατά τήν ἐν Χαλκηδόνι τετάρτην Οἰκουμενικήν Σύνοδον προσέφερε μεγάλην ὑπηρεσίαν εἰς τήν ὀρθόδοξον ἀλήθειαν διά τῆς ἐνεργοῦ καί πεφωτισμένης εἰς αὐτήν συμμετοχῆς του. Ἀπέστειλεν εἰς αὐτήν τέσσαρας ἀντιπροσώπους του, ἡ δέ ἐπιστολή, τήν ὁποίαν ἀπηύθυνε πρός την Σύνοδον ἐκείνην, καθώριζε με ὅλην τήν ἀκρίβειαν τήν πλήρη ἀλήθειαν ὅσον ἀφορᾶ εἰς τό πρόσωπον τοῦ Χριστοῦ καί τάς ἐν αὐτῷ φύσεις, τήν θείαν καί την ἀνθρωπίνην», μᾶς πληροφορεῖ ὁ Συναξαριστής.
Ἀπό τήν νεανική του ἡλικία διακρινόταν γιά τήν ἐπιστημονική του ἱκανότητα, τήν ἰσχυρή θέληση, τήν τόλμη, τή φρόνηση και τή δραστηριότητα.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιο

Ἦχος γ΄. Θείας πίστεως.

Θείας πίστεως, Ὀρθοδοξίᾳ, ὑπεστήριξας, τήν Ἐκκλησίαν, ὡς πολύφωνον τοῦ Πνεύματος ὄργανον· ἐκ γάρ Δυσμῶν ἀναλάμψας ὡς ἥλιος, αἱρετικῶν τήν ἀπάτην ἐμείωσας, Λέων Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Μεγαλυνάριον

Βρυχήματι Λέων βασιλικῷ, τῶν θεοτυπώτων, καί σοφῶν σου ὑποθηκῶν, ὡς θῶας καί λύκους, αἱρετικῶν τά σμήνη, τῆς θεολέκτου Ποίμνης σκορπίζεις πάντοτε.