Κυριακή 27 Φεβρουαρίου 2022

Ο ΟΣΙΟΣ ΘΑΛΛΕΛΑΙΟΣ

 27 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. η΄ 8 – θ΄ 2

   8 Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύωμεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. 9 βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. 10 ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

   θ΄ 1 Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

   31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, 32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, 36 γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με, γυμνός, καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΘΑΛΛΕΛΑΙΟΣ

   Στίς 27 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Θαλλελαίου. Καταγόταν ἀπό τήν Κιλικία καί πῆγε στήν Συρία γιά νά ἀσκητεύσει. Ἔκτισε τήν καλύβα του κοντά σέ ἕναν εἰδωλαλατρικό ναό· οἱ δαίμονες πού κατοικοῦσαν ἐκεῖ προσπαθοῦσαν νά τόν θανατώσουν, ματαίως ὅμως διότι ἡ πίστη του καί θεία Χάρις τόν προστάτευαν ἀπό ὅλες τίς ἐπιθέσεις. Ἡ μανία τῶν δαιμόνων μή μπορῶντας νά βλάψει τόν ὅσιο, ξέσπασε στά δέντρα πού βρισκόντουσαν ἐκεῖ καί ἦταν τόση, ὥστε ξερρίζωσαν περισσότερα ἀπό πεντακόσια. Οἱ δαίμονες συνέχισαν τίς ἐπιθέσεις, ἐπειδή ὅμως ὁ ἅγιος τίς καταφρονοῦσε, ἀναχώρησαν ἀπό ἐκεῖνον τόν τόπο. Ὁ ὅσιος Θαλλέλαιος μηχανευόταν νέους τρόπους ἀσκήσεως, ὅταν δέ κάποτε τόν ρώτησε ὁ Θεοδώρητος Κύρου, ὁ ὁποῖος καί συνέγραψε τόν βίο του, γιά ποιόν λόγο ἐφεύρισκε καινοφανεῖς μεθόδους ἀσκήσεως, ὁ ὅσιος ἀπαντησε: “ἐπειδή εἶμαι πολύ ἁμαρτωλός καί πιστεύω ὅτι οἱ τιμωρίες τοῦ Θεοῦ εἶναι ἀληθινές, γιά αὐτό ὑποβάλλω τό σῶμα μου σέ μικρότερες τιμωρίες σέ αὐτήν τή ζωή, ἐλπίζοντας νά μετριάσω τά βάσανα τῆς μελλούσης κολάσεως. Ἐπιπλέον, οἱ τιμωρίες στήν ἄλλη ζωή εἶναι ἀκούσιες καί κάθε τι πού γίνεται παρά τήν θέληση τοῦ ἀνθρώπου εἶναι λυπηρό, ἐπιλέγω λοιπόν μέ τήν θέληση μου κάποια μικρότερα βάσανα σέ αὐτήν τη ζωή, ἐλπίζοντας νά μειώσω τήν μέλλουσα τιμωρία.” Ὁ Θεοδώρητος θαύμασε τήν ἀγχίνοια τοῦ ἀσκητοῦ, ὅσοι δέ κατοικοῦσαν ἐκεῖ κοντά ἔλεγαν ὅτι ἐπιτελοῦσε πάμπολλα θαύματα, ὄχι μόνον στούς ἀνθρώπους, ἀλλά καί στά ζῶα. Πολλοί εἰδωλολᾶτρες γίνονταν χριστιανοί καί λάμβαναν τό φῶς τῆς θεογνωσίας. Μέ τήν βοήθειά τους ὁ ὅσιος γκρέμισε τό κατοικητήριο τῶν δαιμονων καί ἔκτισε ἱερό ναό στό ὄνομα τῶν καλλινίκων μαρτύρων. Ἀγωνιζόμενος λοιπόν ὁ μακάριος ἐξεδήμησε πρός Κύριον, λαμβάνοντας τόν στέφανο τῆς ἀσκήσεως.