Σάββατο 19 Φεβρουαρίου 2022

Ο ΑΠΟΣΤΟΛΟΣ ΑΡΧΙΠΠΟΣ

 19 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Τιμ. ς΄ 11-16

   11 Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. 12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. 13 παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15 ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, 16 ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λουκ. κ΄ 46 – κα΄ 4, η΄ 8

   46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 47 οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα.

   κα΄1 Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. 2 εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά, 3 καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 4 ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.

   η΄ καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΠΟΣΤΟΛΟΣ ΑΡΧΙΠΠΟΣ

   Στίς 19 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀρχίππου, ὁ ὁποῖος ἦταν μαθητὴς τοῦ Ἀποστόλου Παύλου. Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ: «Οὗτος εὑρισκόμενος εἰς τὰς Κολοσσάς, πόλιν τῆς Φρυγίας, ἐκήρυττε τὸν λόγον τοῦ Εὐαγγελίου μετὰ τοῦ Ἁγίου Φιλήμονος. Οἱ ἐκεῖ ὅμως εἰδωλολάτραι ὥρμησαν κατ᾽ αὐτῶν καὶ συλλαβόντες τὸν Ἀπόστολον τοῦτον τὸν ἔφερον εἰς τὸν ἡγεμόνα Ἀνδροκλῆν. Μὴ πεισθεὶς δὲ νὰ θυσιάσῃ εἰς τὸ εἴδωλον τὸ καλούμενον Μηνᾶν, ἐρρίφθη ἐντὸς λάκκου καὶ μέχρις ὀσφύος ἐχώσθη, ἐκεντήθη εἶτα μὲ βελόνας ὑπὸ παίδων καὶ τελευταῖον λιθοβοληθεὶς ἐτελειώθη καὶ ἔλαβε παρὰ Κυρίου τὸν τοῦ Μαρτυρίου ἀμάραντον στέφανον».

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὡς προσπελάσας ὁλικῇ διαθέσει, τῷ τῶν ἀρρήτων μυητῇ καὶ ἐπόπτῃ, τῶν Ἀποστόλων σύσκηνος ἐδείχθης σοφέ· ὅθεν τὸν τῆς πίστεως, θεῖον λόγον κηρύξας, ἔτεμες τοῖς τρόποις σου, τὰ φυτὰ τῆς κακίας, καὶ ἐναθλήσας Ἄρχιππε στερρῶς, δικαιοσύνης ἐδέξω τὸν στέφανον.

Μεγαλυνάριον

Χαίροις Ἀποστόλων ὁ κοινωνός, καί τῆς ἀληθείας φυτοκόμος ὁ ἱερός· χαίροις Παρακλήτου, τὀ ἔμψυχον ταμεῖον, Ἀπόστολε καί Μάρτυς τοῦ Λόγου Ἄρχιππε.