ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Πετρ. α΄ 1-10
1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· 2 χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. 3 Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, 4 δι᾿ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. 5 καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, 6 ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, 7 ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. 8 ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· 9 ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. 10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ιγ΄ 1-9
1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ. 3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· 4 εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; 5 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 6 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος. 8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. 9 ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΙΕΡΟΜΑΡΤΥΣ ΒΛΑΣΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΣΕΒΑΣΤΕΙΑΣ
Στίς 11 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἱερομάρτυρος
Βλασίου, Ἑπισκόπου Σεβαστείας, ὁ ὁποῖος ἔζησε τὸν 4ον αἰώνα. Εἶχε
σπουδάσει ἰατρικὴ καὶ προσέφερε ἀνιδιοτελῶς στοὺς ἀσθενεῖς τὶς ὑπηρεσίες
του. Παράλληλα μελετοῦσε ἐπιμελῶς τὴν Ἁγία Γραφὴ καὶ ἀργότερα εἰσῆλθε
στὶς τάξεις τοῦ κλήρου καὶ ἀνεδείχθη ἐπίσκοπος Σεβαστείας.
Ἐπὶ αὐτοκράτορος Λικινίου βασανίστηκε ἀγρίως καί παρέδωσε τὸ πνεῦμα
του μετὰ ἀπὸ ἀποκεφαλισμό. «Ἔσβησε τοιουτοτρόπως ἡ ἐπίγειος ζωή του,
ἀλλὰ παρέμεινεν ἡ μνήμη του ἀειθαλὴς καὶ ἀθάνατος, παρουσιάζουσα αὐτὸν
τύπον ἄριστον τοῦ ἁρμονικωτέρου συνδυασμοῦ τῆς πίστεως καὶ τῆς ἐπιστήμης
καὶ τοῦ ποιμένος Ἐπισκόπου, τοῦ γνωρίζοντος νὰ θυσιάζῃ τὸν ἑαυτόν του
χάριν Ἐκείνου, ὁ ὁποῖος τοῦ ἐνεπιστεύθη τὴν λογικήν του ποίμνην», ὅπως
σημειώνει ὁ Συναξαριστής.
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
Φερωνύμως βλαστήσας ὡς δένδρον εὔκαρπον, Ἱεράρχα Κυρίου, Βλάσιε ἔνδοξε, Μαρτυρίου τοὺς καρποὺς κόσμῳ προήγαγες, καὶ θαυμάτων δωρεάς, ἀναβλύζεις δαψιλῶς, ὡς θεῖος Ἱερομάρτυς, τοῖς καταφεύγουσι Πάτερ, τῇ ἀντιλήψει τῆς πρεσβείας σου.
Μεγαλυνάριον
Λόγον ἀληθείας γεηπονῶν, τῆς δικαιοσύνης, ἀνεβλάστησας τούς καρπούς, ὧν ἡ Ἐκκλησία, ὁσῶραι γευομένη, Βλάσιε Ἱεράρχα τιμᾷ τούς ἄθλους σου.