ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Πετρ. γ΄ 10 – 22
10 Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον, 11 ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν. 12 ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. 13 Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; 14 ἀλλ᾿ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15 Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πραΰτητος καὶ φόβου, 16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. 18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι· 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ᾿ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾿ ὕδατος. 21 ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ιβ΄ 18-27
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες· 19 διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνήσκων οὐκ ἀφῆκε σπέρμα. 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς οὐκ ἀφῆκε σπέρμα. καὶ ὁ τρίτος ὡσαύτως. 22 καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή. 23 ἐν τῇ οὖν ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 24 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ Ο ΣΤΡΑΤΗΛΑΤΗΣ
Στίς 8 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο μεγαλομάρτυρα Θεόδωρο τὸν Στρατηλάτη. Ὁ ἅγιος Θεόδωρος ἔζησε κατὰ τοὺς χρόνους τοῦ Ρωμαίου Αὐγούστου Λικινίου 320 μ.Χ. καὶ καταγόταν ἀπὸ τὰ Εὐχάϊτα τῆς Γαλατίας, ἀλλὰ ζοῦσε στὴν Ἡράκλεια τῆς Μαύρης θάλασσας. Εἶχε ἰδιαίτερο κάλλος τόσο στὴν ψυχὴ ὅσο καὶ στὸ σῶμα, ἀλλὰ καὶ ὁ λόγος του ἦταν ἰδιαίτερα δυνατός. Γιὰ τὸν λόγο αὐτὸ ὁ Λικίνιος ἔστειλε ἀνθρώπους στὴν Ἡράκλεια νὰ τὸν φέρουν στὴν Νικομήδεια, ὅπου ἔμενε, γιὰ νὰ συνομιλήσουν παρ᾽ ὅτι γνώριζε ὅτι ἦταν χριστιανός. Ὁ ἅγιος Θεόδωρος ἐμήνυσε στοὺς ἀπεσταλμένους ὅτι ὁ ἴδιος ὁ Λικίνιος θὰ ἔπρεπε νὰ πάη στὴν Ἡράκλεια, φέρνοντας μαζί του καὶ τοὺς ψεύτικους θεούς του. Ὁ Λικίνιος ὅταν ἔφτασε στὴν πόλη διέταξε τὸν ἅγιο Θεόδωρο νὰ θυσιάση στὰ εἴδωλα. Ὁ ἅγιος ὅμως ζήτησε νὰ τοὺς πάρη κατ᾽ ἀρχὰς στὸ σπίτι του νὰ τοὺς λατρεύση. Παίρνοντάς τους ἀφοῦ τοὺς κομμάτιασε ἐμοίρασε τὸν χρυσὸ καὶ τὸ ἀσήμι στοὺς πτωχούς. Ἔτσι ὅταν τὴν ἑπόμενη μέρα εἶδαν τὴν κεφαλὴ τοῦ εἰδώλου τῆς θεᾶς Ἀρτέμιδας νὰ τὴν κρατάη κάποιος πτωχὸς ὁδήγησαν τόν ἅγιο Θεόδωρο σὲ φοβερὰ βασανιστήρια. Ἀφοῦ τὸν ἔδεσαν καὶ ἀπὸ τὰ τέσσερα ἄκρα τοῦ σώματος τὸν κτύπησαν ἀνελέητα σὲ ὅλο τὸ σῶμα του μὲ νεῦρα βοδιοῦ, ἐνῶ τόν λαιμό του μὲ μολυβδένιες σφαῖρες. Ὕστερα ἔτριψαν τὶς πληγὲς μὲ σπασμένα κεραμίδια καὶ τὸν ἔβαλαν στὴν φυλακή. Ὅταν τὸν ἔβγαλαν, ἐκάρφωσαν σὲ ἕνα σταυρὸ τὰ χέρια καὶ τὰ πόδια του καὶ τοῦ ἐπέρασαν ἀπὸ τὸ κρυφὸ μέρος τοῦ σώματός του ἕως τὰ ἐντόσθια μία περόνη, τοξεύοντάς τον ταυτόχρονα μὲ βέλη. Ἡ χάρις τοῦ Θεοῦ ὅμως ἐκράτησε στὴν ζωὴ τὸν ἅγιο Θεόδωρο παρ᾽ ὅλα τὰ φρικτὰ βασανιστήρια. Γιὰ τὸν λόγο αὐτὸ μεγάλος ἀριθμὸς εἰδωλολατρῶν ἐπίστευσε. Βλέποντας ὁ Λικίνιος τὴν δύναμη καὶ τὴν πίστη τοῦ ἁγίου Θεοδώρου διέταξε νὰ τὸν ἀποκεφαλίσουν καὶ ἔτσι ἔλαβε ὁ μακάριος τὸ ἀμάραντο στέφανο τοῦ μαρτυρίου.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Στρατολογίᾳ ἀληθεῖ Ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς βασιλέως, περικαλλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σὲ πίστει ἀεὶ μακαρίζαμεν.
Μεγαλυνάριον
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καί τῆς Ἐκκλησίας, ἀπροσμάχητος βοηθός· χαίροις δωρημάτων, θησαύρισμα τῶν θείων, Θεόδωρε τρισμάκαρ ἡμῶν ἀντίληψις.