Πέμπτη 3 Φεβρουαρίου 2022

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΣΤΑΜΑΤΙΟΣ, ΙΩΑΝΝΗΣ ΚΑΙ ΝΙΚΟΛΑΟΣ ΕΚ ΣΠΕΤΣΩΝ

 3 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφ. α΄ 1-9

   1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, 4 καθὼς καὶ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ 5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, 6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, 7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, 8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, 9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. β΄ 25-38

      25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· 29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33 καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· 38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΣΤΑΜΑΤΙΟΣ, ΙΩΑΝΝΗΣ ΚΑΙ ΝΙΚΟΛΑΟΣ ΕΚ ΣΠΕΤΣΩΝ

   Οἱ ἅγιοι Μάρτυρες Σταμάτιος καὶ Ἰωάννης ἦσαν γεννήματα τῆς νήσου τῶν Σπετσῶν. Ὁ πατέρας τους ὀνομαζόταν Θεόδωρος καὶ ἡ μητέρα Ἀνέζω. Ὅταν ἐκοιμήθη ὁ πατέρας τους, ἔχοντας μέτρια περιουσία καί ἀφοῦ ἔφθασαν σὲ κατάλληλη ἡλικία ἄρχισαν νὰ ἐξασκοῦν τό ἐπάγγελμα τοῦ ἐμπόρου. Κατὰ τὸ ἔτος 1822 βρισκόμενοι στὴν περιοχὴ τῆς Χίου σὲ πλοῖο φορτωμένο μὲ λάδι, πέφτουν σὲ θαλασσοταραχὴ καὶ ἔτσι ἀναγκάζονται νὰ ἀράξουν στὴν περιοχή τοῦ Τσεσμέ. Ἐκεῖ βρῆκαν ἕνα Χριστιανὸ καὶ τὸν παρεκάλεσαν νὰ τοὺς οἰκονομήση ὅ,τι χρειάζονταν, γιὰ νὰ διορθώσουν τὸ πλοῖο. Ἐκεῖνος ὅμως τοὺς πρόδωσε στὸν Ἀγὰ τῆς περιοχῆς, ὁ ὁποῖος ἔστειλε στρατιῶτες νὰ τοὺς συλλάβουν. Ἔτσι συνελήφθησαν τὰ δύο ἀδέλφια μαζί μέ τόν πλοίαρχο Νικόλαο. Τὸν Νικόλαο λόγῳ τοῦ ὅτι ἦταν γεροντότερος ἀπεφάσισαν νὰ τὸν ἀποκεφαλίσουν. Στὸ δρόμο ὁδηγώντας τον γιὰ τὴν θανατικὴ ποινή, τὸν παρακινοῦσαν νὰ ἀλλάξη πίστη, γιὰ νὰ τοῦ χαρίσουν τὴν ζωή. Αὐτὸς, ὅμως, ἀρνούμενος νὰ ἀλλάξη πίστη ἀπεκεφαλίσθη στὸ ὄνομα τοῦ Χριστοῦ, ἐνῶ τὰ δύο ἀδέλφια ὁδηγήθηκαν στὴ φυλακή. Μία ἡμέρα ὁ πασὰς διόρισε δύο ἀνθρώπους, γιὰ νὰ προσπαθήσουν νὰ ἀλλαξοπιστήσουν τὸν Ἰωάννη καὶ τὸν Σταμάτιο. Αὐτοὶ , παρόλο ποὺ μετεχειρίσθηκαν ὅλα τὰ μέσα, δὲν μπόρεσαν νὰ τοὺς μεταπείσουν. Μετὰ ἀπὸ θεία ἀποκάλυψη, οἱ ἅγιοι κατάλαβαν ὅτι τὴν ἑπόμενη ἡμέρα θὰ θανατωθοῦν. Ἀφοῦ ἐξομολογήθηκαν καὶ κοινώνησαν τῶν Ἀχράντων Μυστηρίων ἀπὸ τὸν τοπικὸ Ἐπίσκοπο καὶ ἐνδυναμούμενοι μὲ τὶς συμβουλές του νὰ μένουν στέρεοι στὴν πίστη τους, πέρασαν ὅλη τὴν νύκτα προσευχόμενοι. Ὅταν ξημέρωσε, ὁ πασὰς τοὺς διεμήνυσε πώς, ἂν ἤθελαν νὰ σώσουν τὴν ζωή τους θὰ ἔπρεπε νὰ γίνουν Μουσουλμάνοι διαφορετικὰ θὰ τοὺς ἀποκεφάλιζε. Οἱ Μακάριοι ὅμως ἔλεγαν «Χριστιανοὶ εἴμαστε καὶ Χριστιανοὶ θὰ πεθάνουμε». Μὲ αὐτὸ τὸν τρόπο οἱ Ἅγιοι Μάρτυρες Σταμάτιος, Ἰωάννης καὶ Νικόλαος ἔλαβαν τοὺς στεφάνους τοῦ μαρτυρίου.

Ἀπολυτίκιον.

Ἦχος α΄.

   Τοὺς εὐκλεεῖς τῶν Σπετσῶν γόνους, καὶ τῆς Χίου τὰ θεῖα ἐγκαλλωπίσματα, τοὺς πυρσοφεγγεῖς φωστῆρας, τοὺς ἐν τῇ πλειάδι τῶν νέων Μαρτύρων ἀγλαοφανῶς σελαγίζοντας, Νικόλαον τὸν σεπτόν, σὺν τοῖς κλεινοῖς Ἰωάννῃ καὶ Σταματίῳ τοῖς ὁμαίμοσι, πάντες οἱ τῶν ἄθλων αὐτῶν θαυμασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, Χριστὸν τὸν ἀθλοθέτην καὶ βραβευτὴν αὐτῶν δοξάζοντες.

Μεγαλυνάριον

   Τοὺς ἀπὸ τὰς Σπέτσας νεοφανεῖς, λάμψαντας ἀστέρας, Ἰωάννην τὸν θαυμαστόν, σὺν τῷ Σταματίῳ, ὑμνήσωμεν ἐκ πόθου, γεραίροντες τοὺς ἄθλους, αὐτῶν φιλέορτοι.