ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Τιμ. α΄ 3-9
3 Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, 4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 5 ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 6 δι᾿ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· 7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. 8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾿ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. κδ΄ 1-13
1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. 2 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ᾧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται. 3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; 4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. 6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος. 7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς, 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΟΣ Ο ΠΕΡΣΗΣ
Στίς 22 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου. Ὁ ἅγιος καταγὀταν ἀπό τήν Περσία κι ἔζησε στούς χρόνους τοῦ βασιλιᾶ τῆς Περσίας Χοσρόη καί τοῦ βασιλιᾶ τῶν Ρωμαίων Ἡρακλείου, τό 619. Ὀνομαζόταν Μαγουνδάτ, ἦταν γυιός μάγου καί στρατιώτης. Ἐκείνην τήν περίοδο κατέλαβαν οἱ Πέρσες τήν Ἱερουσαλήμ, πῆραν τό Τίμιο Ξύλο τοῦ Σταυροῦ τοῦ Κυρίου καί τό πῆγαν στήν πατρίδα τους. Ἐπιτελοῦσε τόσα πολλά θαύματα, ὥστε πολλοί Πέρσες ἔλεγαν ὅτι ὁ Θεός τῶν χριστιανών ἦρθε στην χώρα τους. Ὁ Μαγουνδάτ ἀναζητοῦσε μέ περισσότερο ζῆλο νά μάθει γιά τόν Χριστό καί τελικά ἀφοῦ κατηχήθηκε στήν χριστιανική πίστη ἀπό κάποιον Χριστιανό, πῆγε στά Ἱεροσόλυμα καί βαπτίσθηκε ἀπό τόν πατριάρχη Μόδεστο. Ὀνομαζόταν πλέον Ἀναστάσιος καί ἐκάρη μοναχός στήν ἱερά Μονή τοῦ ἁγίου Ἀναστασίου. Προέκοψε σέ ὅλες τίς ἀρετές χάρις στόν θερμό του ζῆλο κι ἐπιθυμοῦσε νά μαρτυρήσει γιά τόν Χριστό. Πῆγε κάποτε στήν Καισάρεια τῆς Παλαιστίνης καί κορόϊδευε ὁμοεθνεῖς του μάγους. Τόν ἔπιασαν καί τόν ἔφεραν στόν ἄρχοντά τους. Ὑπέστη πολλές ταλαιπωρίες καί βάσανα, τόν παρέδωσαν μάλιστα δεμένο στό ἐξαγριωμένο πλῆθος τῶν ἀπίστων, τοῦ συνέθλιψαν τίς κνῆμες, τόν κρέμασαν, τόν ἔπνιγαν μέ ἕνα σχοινί καί τέλος τόν ἀποκεφάλισαν.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τήν πλάνην ἀφέμενος, τήν τῶν Περσῶν νουνεχῶς, τῇ πίστει προσέδραμες, τῇ τοῦ Χριστοῦ εὐσεβῶς, σοφέ Ἀναστάσιε· ὅθεν καί ἐν ἀσκήσει, διαπρέψας ἐνθέως, ἤθλησας ὑπέρ φύσιν, καί τόν ὄφιν καθεῖλες διό διπλῷ στεφάνῳ, θεόθεν ἐστεφάνωσαι.
Μεγαλυνάριον
Παύλου ἐχρημάτισας μαθητής, Τιμόθεε μάκαρ, ὡς Ἀπόστολος εὐκλεής· θείῳν δέ χαρίτων, ἐπλήσθης ἐναθλήσας, Χριστοῦ Ὁσιομάρτυς ὦ Ἀναστάσιε.