Τρίτη 11 Ιανουαρίου 2022

Ο ΟΣΙΟΣ ΘΕΟΔΟΣΙΟΣ Ο ΕΝ ΑΘῼ

 11 Ιανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. δ΄ 6-15

     6 Ὃτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8 ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ια΄  27-30

     27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΘΕΟΔΟΣΙΟΣ Ο ΕΝ ΑΘῼ

     Στίς 11 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Θεοδοσίου. Ὁ ἅγιος Θεοδόσιος ἔζησε τόν 14ο αἰώνα, καταγόταν ἀπό τό χωριό Κορησσός τῆς Καστοριᾶς, ἀπό γονεῖς εὐσεβεῖς μέ φόβο Θεοῦ καί ἦταν ἀδελφός τοῦ ὁσίου Διονυσίου, ὁ ὁποῖος ἵδρυσε τήν Σκήτη τοῦ Τιμίου Προδρόμου τοῦ Ἁγίου Ὄρους. Ὁ ὅσιος Θεοδόσιος ἐκάρη μοναχός στήν Ἱερά Μονή Φιλοθέου τῆς ἐν τῷ Ἄθῳ, ὅπου διετέλεσε καί ἡγούμενος. Σέ μία ἐπιδρομή τῶν Τούρκων πειρατῶν, οἱ ὁποῖοι προκαλοῦσαν τήν ἐποχή ἐκείνη μεγάλες καταστροφές στά νησιά τοῦ Αἰγαίου καί στό Ἅγιο Ὄρος, αἰχμαλώτισαν τόν ἅγιο Θεοδόσιο καί τόν ὁδήγησαν στήν Βιθυνία τῆς Μικρᾶς Ἀσίας. Ὅταν ἐλευθερώθηκε, κατέφυγε στήν Κωνσταντινούπολη, ὅπου ἐκεῖ μέ προτροπή τοῦ ἁγίου Πατριάρχου Καλλίστου, μέ τόν ὁποῖο συνδεόταν πνευματικά, ἔγινε ἡγούμενος τῆς Ἱερᾶς Μονῆς τοῦ ἁγίου Γεωργίου τῶν Μαγγάνων, ὅπου διέλαμψε γιά τίς ἀρετές του καί τόν ὁσιακό βίο του. Γιά τόν λόγο αὐτό χειροτονήθηκε Ἐπίσκοπος στήν ἐπισκοπή Τραπεζοῦντος τό 1370, τήν ὁποία ἐποίμανε θεοφιλῶς μέχρι τό 1392, ἔτος κατά τό ὁποῖο κοιμήθηκε ἐν εἰρήνῃ καί ἀξιώθηκε τῆς οὐρανίου βασιλείας.