ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Τιμ. α’ 15-17
15 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17 Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιη’ 35-43
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με· 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με. 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν, ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν 41 λέγων· τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. 43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΕΥΣΕΒΙΟΣ
Στίς 23 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Εὐσεβίου. Ὁ ὅσιος Εὐσέβιος ζοῦσε μέ μεγάλη σκληραγωγία καί ἄσκηση, κλεισμένος σέ ἕνα μικρό καί σκοτεινό κελλί, τό ὁποῖο δέν εἶχε κανένα παράθυρο. Μετά ἀπό πολλά χρόνια κάποιος ὅσιος Ἀμμιανός ἔκτισε ἕνα μοναστήρι στό ὁποῖο σύναξε πολλούς ἀδελφούς. Μή θέλοντας ὅμως νά γίνη ἡγούμενος, ἄν καί ἦταν ἄξιος παρακίνησε τόν Εὐσέβιο νά ἀναλάβη αὐτός.Ὁ Εὐσέβιος ὑπάκουσε καί πολιτευόταν μέ πολύ πραότητα, ταπεινοφροσύνη ἀλλά καί πολύ κακοπάθεια, διότι ἔτρωγε ἀνά τρεῖς ἤ τέσσερις ἡμέρες περιζωσμένος μέ σιδερένια ζώνη καί βαρειά ἁλυσίδα στόν λαιμό του, μέ σκοπό νά καταισχύνη τίς μηχανορραφίες τοῦ διαβόλου. Ὁ ἀοίδιμος Εὐσέβιος ἀφοῦ ἔζησε στήν παροῦσα ζωή μέ μεγάλη ἄσκηση καί κακοπάθεια ἀπῆλθε πρός τά οὐράνια σκηνώματα παραδίδοντας στόν Κύριο ἐν εἰρήνῃ τό πνεῦμα του.